- 텍스트

Plutarch, Otho, chapter 14

(플루타르코스, Otho, chapter 14)

οὕτω μὲν οἱ πλεῖστοι τῶν παραγενομενων ἀπαγγέλλουσι γενέσθαι τὴν μάχην, οὐδὲ αὐτοὶ σαφῶς ὁμολογοῦντες εἰδέναι τὰ καθ ἕκαστα διὰ τὴν ἀταξίαν καὶ τὴν ἀνωμαλίαν.? ἐμοὶ δὲ ὕστερον ὁδεύοντι διὰ τοῦ πεδίου Μέστριος Φλῶρος, ἀνὴρ ὑπατικὸς τῶν τότε μὴ κατὰ γνώμην, ἀλλ ἀνάγκῃ μετὰ τοῦ Ὄθωνος γενομένων, νεὼν ὄντα παλαιὸν ἐπιδείξας διηγεῖτο μετὰ τὴν μάχην ἐπελθὼν ἰδεῖν νεκρῶν σωρὸν τηλικοῦτον ὥστε τοὺς ἐπιπολῆς ἅπτεσθαι τῶν ἀετῶν, καὶ τὴν αἰτίαν ἔφη ζητῶν οὔτε αὐτὸς εὑρεῖν οὔτε παρ ἄλλου του πυθέσθαι. θνήσκειν μὲν γὰρ παρά τοὺς ἐμφυλίους πολέμους, ὅταν τροπὴ γένηται, πλείονας εἰκός ἐστι ι, τῷ μηδέν α ζωγρεῖν, χρῆσθαι γὰρ οὐκ ἔστι τοῖς ἁλισκομένοις, ἡ δ ἐπὶ τοσοῦτο σωρεία καὶ συμφόρησις οὐκ ἔχει τὴν αἰτίαν εὐσυλλόγιστον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION