호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μάριοσ δὲ Κέλσοσ τοὺσ ἐν τέλει συναγαγὼν ἐκέλευσε σκοπεῖν τὸ κοινόν, ὡσ ἐπὶ συμφορᾷ τηλικαύτῃ καὶ φόνῳ τοσούτῳ πολιτῶν μηδὲ Ὄθωνοσ, εἴπερ ἀνὴρ ἀγαθόσ ἐστιν, ἐθελήσοντοσ ἔτι πειρᾶσθαι τῆσ τύχησ, ὅπου καὶ Κάτων καὶ Σκηπίων, Καίσαρι κρατοῦντι μετὰ Φάρσαλον εἶξαι μὴ θελήσαντεσ, αἰτίαν ἔχουσιν ὡσ πολλοὺσ καὶ ἀγαθοὺσ ἄνδρασ ἐν Λιβύῃ παραναλώσαντεσ οὐκ ἀναγκαίωσ, καίπερ ἀγωνιζόμενοι περὶ τῆσ Ῥωμαίων ἐλευθερίασ, τὰ γὰρ ἄλλα κοινὴν ἡ τύχη παρέχουσα πᾶσιν ἑαυτὴν ἓν οὐκ ἀφαιρεῖται τῶν ἀγαθῶν, τὸ κἂν πταίσωσιν εὐλογιστεῖν πρὸσ τὰ συντυγχάνοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기