호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταχὺ δὲ ἀφίκετο καὶ παρὰ Μουκιανοῦ γράμματα καὶ παρὰ Οὐεσπεσιανοῦ φίλια, τοῦ μὲν ἐν Συρίᾳ, τοῦ δὲ ἐν Ιοὐδαίᾳμεγάλασ δυνάμεισ ἐχόντων, ὑφ’ ὧν ἐπαιρόμενοσ ἔγραψεν Οὐϊτελλίῳ παραινῶν στρατιωτικὰ φρονεῖν, ὡσ χρήματα πολλὰ δώσοντοσ αὐτοῦ καὶ πόλιν, ἐν ᾗ βιώσεται ῥᾷστον καὶ ἥδιστον βίον μεθ’ ἡσυχίασ, ἀντέγραψε δὲ κἀκεῖνοσ αὐτῷ κατειρωνευόμενοσ ἡσυχῆ πρῶτον ἐκ δὲ τούτου διερεθιζόμενοι πολλὰ βλάσφημα καὶ ἀσελγῆ χλευάζοντεσ ἀλλήλοισ ἔγραφον, οὐ ψευδῶσ μέν, ἀνοήτωσ δὲ καὶ γελοίωσ θατέρου τὸν ἕτερον ἃ προσῆν ἀμφοτέροισ ὀνείδη λοιδοροῦντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기