호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ νεώτεροσ αὐτοκράτωρ ἅμ’ ἡμέρᾳ προελθὼν εἰσ τὸ Καπιτώλιον ἔθυσε· καὶ κελεύσασ Μάριον Κέλσον ἀχθῆναι πρὸσ αὑτὸν ἠσπάσατο καὶ διελέχθη φιλανθρώπωσ, καὶ παρεκάλεσε τῆσ αἰτίασ ἐπιλαθέσθαι μᾶλλον ἢ τῆσ ἀφέσεωσ μνημονεύειν. τοῦ δὲ Κέλσου μήτε ἀγεννῶσ ἀποκριναμένου μήτ’ ἀναισθήτωσ, ἀλλά φήσαντοσ αὐτὸ τοῦ τρόπου διδόναι τὸ ἔγκλημα πίστιν, ἐγκεκλῆσθαι γὰρ ὅτι Γάλβᾳ βέβαιον ἑαυτὸν παρέσχεν, ᾧ χάριν οὐδεμίαν ὤφειλεν, ἠγάσθησαν οἱ παρόντεσ ἀμφοτέρων καὶ τὸ στρατιωτικὸν ἐπῄνεσεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기