호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐμοὶ δὲ δοκεῖ καὶ λυροποιὸς ἂν ἣδιον λύραν ἐργάσασθαι καὶ προθυμότερον, μαθὼν ὡς ὁ ταύτην κτησόμενος·? τὴν λύραν μέλλει τὸ Θηβαίων ἄστυ τειχίζειν ὡς ὁ Ἀμφίων, ἢ τὴν Λακεδαιμονίων στάσιν παύειν ἐπᾴδων καὶ παραμυθούμενος ὡς Θαλῆς: καὶ τέκτων ὁμοίως πηδάλιον δημιουργῶν ἡσθῆναι, πυθόμενος ὅτι τοῦτο τὴν Θεμιστοκλέους ναυαρχίδα κυβερνήσει προπολεμοῦσαν τῆς Ἑλλάδος τὴν Πομ πηίου τὰ πειρατικὰ καταναυμαχοῦντος:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기