호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ Παυσανίασ μὲν κύκλῳ περιελθὼν διὰ τοῦ Κιθαιρῶνοσ ἐμβάλλειν ἔμελλεν εἰσ τὴν Βοιωτίαν, Λύσανδροσ δὲ διὰ Φωκέων ἀπήντα στρατιώτασ ἔχων πολλούσ· καὶ τὴν μὲν Ὀρχομενίων πόλιν ἑκουσίωσ προσχωρήσασαν ἔλαβε, τὴν δὲ Λεβάδειαν ἐπελθὼν διεπόρθησεν. ἔπεμψε δὲ τῷ Παυσανίᾳ γράμματα κελεύων εἰσ Ἁλίαρτον ἐκ Πλαταιῶν συνάπτειν, ὡσ αὐτὸσ ἅμ’ ἡμέρᾳ πρὸσ τοῖσ τείχεσι τῶν Ἁλιαρτίων γενησόμενοσ. ταῦτα τὰ γράμματα πρὸσ τοὺσ Θηβαίουσ ἀπηνέχθη, τοῦ κομίζοντοσ εἰσ κατασκόπουσ τινὰσ ἐμπεσόντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기