- 텍스트

Plutarch, Λύσανδρος?, chapter 24

(플루타르코스, Λύσανδρος, chapter 24)

ἐκ τούτου πρεσβευτὴς εἰς Ἑλλήσποντον ἐπέμπετο: καὶ τὸν μὲν Ἀγησίλαον δι ὀργῆς εἶχεν, οὐκ ἠμέλει δὲ τοῦ τὰ δέοντα πράττειν, Σπιθριδάτην δὲ τὸν Πέρσην προσκεκρουκότα Φαρναβάζῳ, γενναῖον ἄνδρα καὶ στρατιὰν ἔχοντα περὶ αὑτόν, ἀποστήσας ἤγαγε πρὸς τὸν Ἀγησίλαον. ἄλλο δὲ οὐδὲν ἐχρήσατο αὐτῷ πρὸς τὸν πόλεμον, ἀλλὰ τοῦ χρόνου διελθόντος ἀπέπλευσεν εἰς τὴν Σπάρτην ἀτίμως, ὀργιζόμενος μὲν τῷ Ἀγησιλάῳ, μισῶν δὲ καὶ τὴν ὅλην πολιτείαν ἔτι μᾶλλον ἢ πρότερον, καὶ τὰ πάλαι δοκοῦντα συγκεῖσθαι καὶ μεμηχανῆσθαι πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ἐγνωκὼς ἐγχειρεῖν τότε καὶ μὴ διαμέλλειν.

ἦν δὲ τοιάδε.

τῶν ἀναμιχθέντων Δωριεῦσιν Ἡρακλειδῶν καὶ κατελθόντων εἰς Πελοπόννησον πολὺ μὲν ἐν Σπάρτῃ καὶ λαμπρὸν ἤνθησε γένος, οὐ παντὶ δὲ αὐτῶν τῆς βασιλικῆς μετῆν διαδοχῆς, ἀλλ ἐβασίλευον ἐκ δυεῖν οἴκων μόνον Εὐρυπωντίδαι καὶ Ἀγιάδαι προσαγορευόμενοι, τοῖς δὲ ἄλλοις οὐδὲν ἑτέρου πλέον ἔχειν ἐν τῇ πολιτείᾳ διὰ τὴν εὐγένειαν ὑπῆρχεν, αἱ δὲ ἀπ ἀρετῆς τιμαὶ πᾶσι προὔκειντο τοῖς δυναμένοις. τούτων οὖν γεγονὼς ὁ Λύσανδρος, ὡς εἰς δόξαν τῶν πράξεων ἤρθη μεγάλην καὶ φίλους ἐκέκτητο πολλοὺς καὶ δύναμιν, ἤχθετο τὴν πόλιν ὁρῶν ὑπ αὐτοῦ μὲν αὐξανομένην, ὑφ ἑτέρων δὲ βασιλευομένην οὐδὲν βέλτιον αὐτοῦ γεγονότων, καὶ διενοεῖτο τὴν ἀρχὴν ἐκ τῶν δυεῖν οἴκων μεταστήσας εἰς κοινὸν ἀποδοῦναι πᾶσιν Ἡρακλείδαις, ὡς δὲ ἔνιοί φασιν, οὐχ Ἡρακλείδαις, ἀλλὰ Σπαρτιάταις, ἵνα μὴ ᾖ τῶν ἀφ Ἡρακλέους, ἀλλὰ τῶν οἱο῀ς Ἡρακλῆς τὸ γέρας, ἀρετῇ κρινομένων, ἣ κἀκεῖνον εἰς θεῶν τιμὰς ἀνήγαγεν.

ἤλπιζε δὲ τῆς βασιλείας οὕτω δικαζομένης οὐδένα πρὸ αὑτοῦ Σπαρτιάτην ἂν αἱρεθήσεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION