호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δὲ καὶ τῷ λόγῳ θρασὺς καὶ καταπληκτικὸς πρὸς τοὺς ἀντιτείνοντας. "κρατῶν βέλτιστα περὶ γῆς ὁρ´ων διαλέγεται. "ὦ ξένε, πόλεως δέονται. τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας ἠρώτα πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν.
"τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ δι ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν· ἐπεὶ δὲ Ἆγις ὁ βασιλεὺς ἐτελεύτησεν ἀδελφὸν μὲν Ἀγησίλαον καταλιπών, υἱὸν δὲ νομιζόμενον Λεωτυχίδαν, ἐραστὴς τοῦ Ἀγησιλάου γεγονὼς ὁ Λύσανδρος ἔπεισεν αὐτὸν ἀντιλαμβάνεσθαι τῆς βασιλείας ὡς Ἡρακλείδην ὄντα γνήσιον.
ὁ γὰρ Λεωτυχίδας διαβολὴν εἶχεν ἐξ Ἀλκιβιάδου γεγονέναι, συνόντος κρύφα τῇ Ἄγιδος γυναικὶ Τιμαίᾳ καθ ὃν χρόνον φεύγων ἐν Σπάρτῃ διέτριβεν. ὁ δὲ Ἆγις, ὥς φασι, χρόνου λογισμῷ τὸ πρᾶγμα συνελών, ὡς οὐ κυήσειεν ἐξ αὐτοῦ, παρημέλει μέλει τοῦ Λεωτυχίδου καὶ φανερὸς ἦν ἀναινόμενος αὐτὸν παρά γε τὸν λοιπὸν χρόνον.
ἐπεὶ δὲ νοσῶν εἰς Ἡραίαν ἐκομίσθη καὶ τελευτᾶν ἔμελλε, τὰ μὲν ὑπ αὐτοῦ τοῦ νεανίσκου, τὰ δὲ ὑπὸ τῶν φίλων ἐκλιπαρηθεὶς ἐναντίον πολλῶν ἀπέφηνεν υἱὸν αὑτοῦ τὸν Λεωτυχίδαν, καὶ δεηθεὶς τῶν παρόντων ἐπιμαρτυρῆσαι ταῦτα πρὸς τοὺς Λακεδαιμονίους ἀπέθανεν. οὗτοι μὲν οὖν ἐμαρτύρουν ταῦτα τῷ Λεωτυχίδᾳ:
τὸν δ Ἀγησίλαον λαμπρὸν ὄντα τἆλλα καὶ συναγωνιστῇ τῷ Λυσάνδρῳ χρώμενον ἔβλαπτε Διοπείθης, ἀνὴρ εὐδόκιμος ἐπὶ χρησμολογίᾳ, τοιόνδε μάντευμα προφέρων εἰς τὴν χωλότητα τοῦ Ἀγησιλάου: φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία. δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἀέλπτοι φθισιβρότου τ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο. πολλῶν οὖν ὑποκατακλινομένων πρὸς τὸ λόγιον καὶ τρεπομένων πρὸς τὸν Λεωτυχίδαν, ὁ Λύσανδρος οὐκ ὀρθῶς ἔφη τὸν Διοπείθη τὴν μαντείαν ὑπολαμβάνειν:
οὐ γὰρ ἂν προσπταίσας τις ἄρχῃ Λακεδαιμονίων, δυσχεραίνειν τὸν θεόν, ἀλλὰ χωλὴν εἶναι τὴν βασιλείαν εἰ νόθοι καὶ κακῶς γεγονότες βασιλεύσουσι σὺν Ἡρακλείδαις. τοιαῦτα λέγων καὶ δυνάμενος πλεῖστον ἔπεισε, καὶ γίνεται βασιλεὺς Ἀγησίλαος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기