- 텍스트

Plutarch, Λύσανδρος?, chapter 16 2:

(플루타르코스, Λύσανδρος, chapter 16 2:)

ἐλθὼν δὲ εἰς Σπάρτην ἃ μὲν ὑφῄρητο κατέκρυψεν ὑπὸ τὸν κέραμον τῆς οἰκίας, τὰ δὲ ἀγγεῖα παρέδωκε τοῖς ἐφόροις καὶ τὰς σφραγῖδας ἐπέδειξεν. ἐπεὶ δὲ ἀνοιξάντων καὶ ἀριθμούντων διεφώνει πρὸς τὰ γράμματα τὸ πλῆθος τοῦ ἀργυρίου καὶ παρεῖχε τοῖς ἐφόροις ἀπορίαν τὸ πρᾶγμα, φράζει θεράπων τοῦ Γυλίππου πρὸς αὐτοὺς αἰνιξάμενος ὑπὸ τῷ κεραμικῷ κοιτάζεσθαι πολλὰς γλαῦκας. ἦν γάρ, ὡς ἐοίκε, τὸ χάραγμα τοῦ πλείστου τότε νομίσματος διὰ τοὺς Ἀθηναίους γλαῦκες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION