호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Λύσανδρος ἀπὸ τούτων γενόμενος, αὐτὸς μὲν ἐπὶ Θρᾴκης ἐξέπλευσε, τῶν δὲ χρημάτων τὰ περιόντα καὶ ὅσας δωρεὰς αὐτὸς ἢ στεφάνους ἐδέξατο, πολλῶν, ὡς εἰκός, διδόντων ἀνδρὶ δυνατωτάτῳ καὶ τρόπον τινὰ κυρίῳ τῆς Ἑλλάδος, ἀπέστειλεν εἰς Λακεδαίμονα διὰ Γυλίππου τοῦ στρατηγήσαντος περὶ Σικελίαν. ὁ δέ, ὡς λέγεται, τὰς ῥαφὰς τῶν ἀγγείων κάτωθεν ἀναλύσας καὶ ἀφελὼν συχνὸν ἀργύριον ἐξ ἑκάστου πάλιν συνέρραψεν, ἀγνοήσας ὅτι γραμματίδιον ἐνῆν ἑκάστῳ τὸν ἀριθμὸν σημαῖνον. ἐλθὼν δὲ εἰς Σπάρτην ἃ μὲν ὑφῄρητο κατέκρυψεν ὑπὸ τὸν κέραμον τῆς οἰκίας, τὰ δὲ ἀγγεῖα παρέδωκε τοῖς ἐφόροις καὶ τὰς σφραγῖδας ἐπέδειξεν.
ἐπεὶ δὲ ἀνοιξάντων καὶ ἀριθμούντων διεφώνει πρὸς τὰ γράμματα τὸ πλῆθος τοῦ ἀργυρίου καὶ παρεῖχε τοῖς ἐφόροις ἀπορίαν τὸ πρᾶγμα, φράζει θεράπων τοῦ Γυλίππου πρὸς αὐτοὺς αἰνιξάμενος ὑπὸ τῷ κεραμικῷ κοιτάζεσθαι πολλὰς γλαῦκας. ἦν γάρ, ὡς ἐοίκε, τὸ χάραγμα τοῦ πλείστου τότε νομίσματος διὰ τοὺς Ἀθηναίους γλαῦκες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기