호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ τούτους τε τῷ Καλλικρατίδᾳ δυσμενεστέρους ἐποίει ἔτι μᾶλλον, καὶ τῶν ὑπὸ Κύρου χρημάτων αὐτῷ δεδομένων εἰς τὸ ναυτικὸν τὰ περιόντα πάλιν εἰς Σάρδεις ἀνέπεμψεν, αὐτὸν αἰτεῖν, εἰ βούλοιτο, τὸν Καλλικρατίδαν καὶ σκοπεῖν ὅπως θρέψοι τοὺς στρατιώτας κελεύσας. τέλος δὲ ἀποπλέων ἐμαρτύρατο πρὸς αὐτὸν ὅτι θαλασσοκρατοῦν τὸ ναυτικὸν παραδίδωσιν.
"λαβὼν ἐν ἀριστερᾷ Σάμον καὶ περιπλεύσας εἰς Μίλητον ἐκεῖ μοι παράδος τὰς τριήρεις: "δεδιέναι γὰρ οὐ χρὴ παραπλέοντας ἡμᾶς τοὺς ἐν Σάμῳ πολεμίους, εἰ θαλασσοκρατοῦμεν. πρὸς ταῦτα εἰπὼν ὁ Λύσανδρος ὅτι οὐκ αὐτός, ἀλλ ἐκεῖνος ἄρχοι τῶν νεῶν, ἀπέπλευσεν εἰς Πελοπόννησον, ἐν πολλῇ τὸν Καλλικρατίδαν ἀπορία καταλιπών.
οὔτε γὰρ οἴκοθεν ἀφῖκτο χρήματα κομίζων, οὔτε τὰς πόλεις ἀργυρολογεῖν καὶ βιάζεσθαι μοχθηρὰ πραττούσας ὑπέμεινε. λοιπὸν οὖν ἦν ἐπὶ θύρας ἰόντα τῶν βασιλέως στρατηγῶν, ὥσπερ Λύσανδρος, αἰτεῖν:
πρὸς ὃ πάντων ἀφυέστατος ἐτύγχανεν, ἀνὴρ ἐλευθέριος καὶ μεγαλόφρων, καὶ πᾶσαν ὑφ Ἑλλήνων ἧτταν Ἕλλησιν ἡγούμενος εὐπρεπεστέραν εἶναι τοῦ κολακεύειν καὶ φοιτᾶν ἐπὶ θύρας ἀνθρώπων βαρβάρων, πολὺ χρυσίον, ἄλλο δ οὐδὲν καλὸν ἐχόντων. ἐκβιαζόμενος δὲ ὑπὸ τῆς ἀπορίας, ἀναβὰς εἰς Λυδίαν εὐθὺς ἐπορεύετο εἰς τὴν οἰκίαν τοῦ Κύρου, καὶ φράζειν προσέταξεν ὅτι Καλλικρατίδας ὁ ναύαρχος ἥκει διαλεχθῆναι βουλόμενος αὐτῷ. "ἀλλ οὐ σχολὴ νῦν, ὦ ξένε, Κύρῳ:
"δεινόν: "αὐτοῦ γὰρ ἑστὼς ἀναμενῶ, μέχρι πίῃ. τότε μὲν οὖν δόξας ἀγροῖκός τις εἶναι καὶ καταγελασθεὶς ὑπὸ τῶν βαρβάρων ἀπῆλθεν:
ὀμνύων δὲ πρὸς τοὺς παρόντας ἦ μήν, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσειν ὑπὲρ τοῦ διαλυθῆναι τοὺς Ἕλληνας, ὡς φοβεροὶ τοῖς βαρβάροις εἰε῀ν αὐτοὶ καὶ παύσαιντο τῆς ἐκείνων ἐπ ἀλλήλους δεόμενοι δυνάμεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기