- 텍스트

Plutarch, De tranquilitate animi, section 2

(플루타르코스, De tranquilitate animi, section 2)

πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γινομένην ὤνιον ἀπραξίας οἱο῀ν ἀρρώστῳ παραινῶν ἑκάστῳ μέν, ὦ ταλαίπωρ, ἀτρέμα σοῖς ἐν δεμνίοις.? καίτοι κακὸν μὲν ἀναισθησία σώματος φάρμακον ἀπονοίας, οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας. ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας: νυνὶ δ ὁ μὲν βορέας διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν, ὥς φησιν Ἡσίοδος, λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν. ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτίθει, τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. ἐνίους δὲ καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον αὐτάρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς:

οὔτε ποτ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν, οὔτε ποτ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ ἀυτήν τε πτόλεμόν τε. καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός, ἀλλ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης.

ὅθεν οὐδ Ἐπίκουρος οἰέται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπ ἀπραγμοσύνης ταράττεσθαι. καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν.

ἀλλ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους: δεῖ δὲ μὴ πλήθει μηδ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον: τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION