- 텍스트

Plutarch, De superstitione, section 1

(플루타르코스, De superstitione, section 1)

τῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης·? τὸ μὲν ὥσπερ ἐν χωρίοις σκληροῖς τοῖς ἀντιτύποις ἤθεσι τὴν ἀθεότητα, τὸ δ ὥσπερ ἐν ὑγροῖς τοῖς ἁπαλοῖς τὴν δεισιδαιμονίαν πεποίηκεν. ἅπασα μὲν οὖν κρίσις ψευδής, ἄλλως τε κἂν περὶ ταῦτα, μοχθηρόν δὲ καὶ πάθος πρόσεστι, μοχθηρότατον.

πληγὴ φλεγμαίνουσα εἶναι καὶ καθάπερ αἱ μετὰ τραύματος ἐκβολαὶ τῶν ἄρθρων, οὕτως αἱ μετὰ πάθους διαστροφαὶ τῆς ψυχῆς χαλεπώτεραι.

ἀτόμους τις οἰέται καὶ κενὸν ἀρχὰς εἶναι τῶν ὅλων ψευδὴς ἡ ὑπόληψις, ἀλλ ἕλκος οὐ ποιεῖ οὐδὲ σφυγμὸν οὐδ ὀδύνην ταράττουσαν.

ὑπολαμβάνει τις τὸν πλοῦτον ἀγαθὸν εἶναι μέγιστον: τοῦτο τὸ ψεῦδος ἰὸν ἔχει, νέμεται τὴν ψυχήν, ἐξίστησιν, οὐκ ἐᾷ καθεύδειν, οἴστρων ἐμπίπλησιν, ὠθεῖ κατὰ πετρῶν, ἄγχει, τὴν παρρησίαν ἀφαιρεῖται.

ὁμοῦ καὶ δυσχεραίνειν, ὅτι πολλὰ νοσήματα καὶ πάθη καθάπερ εὐλὰς καὶ σκώληκας ἐντίκτουσι ταῖς ψυχαῖς παροῦσαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION