호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ μὲν οὖν Σόλων ἀποφηνάμενος περὶ πολιτείας, ὡς ἰσότης στάσιν οὐ ποιεῖ, λίαν ἔδοξεν ὀχλικός, ἀριθμητικὴν καὶ δημοκρατικὴν ἐπεισάγων ἀναλογίαν ἀντὶ τῆς καλῆς γεωμετρικῆς:? εἰ δὲ μή, τὴν ἴσην ἀγαπᾶν καὶ τῆς ἴσης περιέχεσθαι, καλὴν κρηπῖδα καὶ μόνιμον ὁμονοίας καὶ εἰρήνης καταβαλλόμενος ἐστι.
"ἢ ἐβουλόμην, τἀδελφοῦ τεθνηκότος.
ἐπεὶ δ οὐ μόνον ἐν χρημάτων κτήσει καὶ μειώσει τῷ πλείονι πολέμιον καθίσταται τοὔλασσον ἀλλ ἁπλῶς, φησιν ὁ Πλάτων ἐν μὲν ἀνωμαλίᾳ κίνησιν ἐν δ ὁμαλότητι στάσιν ἐγγίγνεσθαι καὶ μονήν, οὕτω πᾶσα μὲν ἀνισότης ἐπισφαλής ἐστι πρὸς διαφορὰν ἀδελφῶν, ἐν πᾶσι δ ἴσους γενέσθαι καὶ ὁμαλοὺς ἀδύνατον:
φθόνους ἐμποιοῦσαι καὶ ζηλοτυπίας, αἴσχιστα νοσήματα καὶ κῆρας οὐκ οἰκίαις μόνον ἀλλὰ καὶ πόλεσιν ὀλεθρίους δεῖ καὶ ταῦτα φυλάττεσθαι καὶ θεραπεύειν, ἂν ἐγγένηται.
τῷ μὲν οὖν ὑπερέχοντι παραινέσειεν ἄν τις, πρῶτον μὲν οἷς δοκεῖ διαφέρειν, ταῦτα κοινὰ ποιεῖν τοῖς ἀδελφοῖς, συνεπικοσμοῦντα τῇ δόξῃ καὶ συνεισποιοῦντα ταῖς φιλίαις:
κἂν λέγειν δεινότερος ᾖ, χρῆσθαι παρέχοντα τὴν δύναμιν, ὡς ἐκείνου μηθὲν ἧττον οὖσαν: ὡς ἀνυστόν ἐστι, τῇ μετριότητι τοῦ φρονήματος.
ὁ γοῦν Λεύκολλος οὐκ ἠξίωσε πρότερος·
τἀδελφοῦ τὴν ἀρχὴν λαβεῖν πρεσβύτερος ὤν, ἀλλὰ τὸν αὑτοῦ παρεὶς καιρὸν τὸν ἐκείνου περιέμεινεν. μερίδος μετασχεῖν ἐπὶ τῷ μεταδοῦναι τῆς ἀθανασίας ἐκείνῳ.
σοὶ δέ, φαίη τις ἄν, ὦ μακάριε, μηθὲν ἐλαττοῦντι τῶν προσόντων ἀγαθῶν ὑπάρχει συνεξομοιοῦν καὶ συνεπικοσμεῖν τὸν ἀδελφόν, ὥσπερ αὐγῆς ἀπολαύοντα τῆς περὶ σὲ δόξης ἢ ἀρετῆς ἢ εὐτυχίας: ὥσπερ Πλάτων τοὺς ἀδελφοὺς εἰς τὰ κάλλιστα τῶν αὑτοῦ συγγραμμάτων θέμενος ὀνομαστοὺς ἐποίησε, Γλαύκωνα μὲν καὶ Ἀδείμαντον εἰς τὴν Πολιτείαν, Ἀντιφῶντα δὲ τὸν νεώτατον εἰς τὸν Παρμενίδην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기