호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὖσι τοῖς υἱοῖς, ἔφη, καλοὺς ἐκείνους κἀγαθοὺς ἡγούμενος, ἔτι πλειόνων ἐθέλειν τοιούτων πατὴρ γενέσθαι.? χρηστοὶ δὲ καὶ δίκαιοι παῖδες οὐ μόνον διὰ τοὺς γονεῖς ἀγαπήσουσι μᾶλλον ἀλλήλους, ἀλλὰ καὶ τοὺς γονεῖς δι ἀλλήλους:
καὶ λέγοντες, ὅτι τοῖς γονεῦσιν ἀντὶ πολλῶν χάριν ὀφείλοντες μάλιστα διὰ τοὺς ἀδελφοὺς ὀφείλουσιν, ὡς τοῦτο δὴ κτημάτων ἁπάντων τιμιώτατον καὶ ἥδιστον ἔχοντες παρ αὐτῶν.
τιθέμενον ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων.
τῶν πατρῴων ἐπίκληρον εἶναι, καὶ ταῦτα τῶν Μουσῶν γεγονὼς μαθητής, ἃς ὁμοῦ δι εὔνοιαν ἀεὶ καὶ φιλαδελφίαν οὔσας οὕτως ὠνόμαζον.
πρὸς·
μὲν οὖν γονεῖς ἡ φιλαδελφία τοιοῦτόν ἐστιν, ὥστε τὸ φιλεῖν ἀδελφὸν εὐθὺς ἀπόδειξιν εἶναι τοῦ καὶ τὴν μητέρα φιλεῖν καὶ τὸν πατέρα: πρὸς δὲ παῖδας αὑτοῦ δίδαγμα καὶ παράδειγμα φιλαδελφίας, οἱο῀ν οὐθὲν ἄλλο: καὶ τοὐναντίον αὖ πονηρὸν ὥσπερ ἐξ ἀντιγράφου πατρῴου τὴν μισαδελφίαν ἀναλαμβάνουσιν.
ὁ γὰρ ἐν δίκαις καὶ στάσεσι καὶ ἀγῶσι πρὸς ἀδελφοὺς ἐγγεγηρακὼς εἶτα τοὺς υἱοὺς ὁμονοεῖν παρακαλῶν ἄλλων ἰατρός, αὐτὸς ἕλκεσιν βρύων ἀσθενῆ ποιεῖ τοῖς ἔργοις τὸν λόγον.
εἰ.
γοῦν ὁ Θηβαῖος Ἐτεοκλῆς πρὸς τὸν ἀδελφὸν εἰρηκώς ἄστρων ἂν ἔλθοιμ ἡλίου πρὸς ἀντολὰς καὶ γῆς ἔνερθε δυνατὸς· τοῖς αὑτοῦ πάλιν παρεκελεύετο τέκνοις ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τίς οὐκ ἂν αὐτοῦ κατεφρόνησε·
ποῖος δ ἂν ἦν ὁ Ἀτρεύς, εἰ τοιαῦτα δειπνίσας τὸν ἀδελφὸν ἐγνωμολόγει πρὸς·
τοὺς παῖδας φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος μόνη κακοῦ ῥέοντος ὠφελεῖν φιλεῖ·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기