- 텍스트

Plutarch, De fraterno amore, section 5

(플루타르코스, De fraterno amore, section 5)

ἦ τοῦτό γε ῥᾴδιόν ἐστιν ἀπὸ τῶν ἐναντίων καταμαθεῖν.? καὶ κύων τις οἰκογενὴς παρορώμενος καὶ ἵππος ἅπτεται φιλοστόργων καὶ φιλοτίμων γερόντων, ἄχθονται δὲ καὶ παισὶν ἀκροάματα καὶ θεάματα καὶ ἀθλητάς, οὓς ἐθαύμαζον αὐτοί, διασύρουσι καὶ καταφρονοῦσιν:

ἦπου μετρίως ἔχουσιν υἱοῖς διαφερομένοις καὶ μισοῦσιν ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις ἀεὶ καὶ καταλυομένοις ὑπ ἀλλήλων·

οὐκ ἂν εἴποι τις:

καὶ τοῖς πράγμασιν ἀποδιδόντες, καὶ λόγους κοινοὺς καὶ διατριβὰς ἅμα καὶ παιδιὰς μετ ἀλλήλων ἔχοντες, ἡδεῖαν καὶ μακαρίαν παρεσκευάκασι γηροτρόφον τοῖς γονεῦσι τὴν φιλαδελφίαν.

οὔτε γὰρ φιλόλογος πατὴρ οὕτως οὔτε φιλότιμος οὔτε φιλοχρήματος γέγονεν ὡς φιλότεκνος:

διὸ τοὺς υἱοὺς οὔτε πλουτοῦντας οὔτε πλουτοῦντας οὔτ ἄρχοντας ἡδέως οὕτως ὡς φιλοῦντας ἀλλήλους ὁρῶσιν. τὴν ἡγεμονίαν, ἀλλ ὅτι τοὺς τρεῖς υἱοὺς ἑώρα τὸν πρεσβύτατον δορυφοροῦντας κἀκεῖνον ἐν μέσοις αὐτοῖς δόρατα καὶ ξίφη φοροῦσιν ἀδεῶς διαιτώμενον.

ὥσπερ αὖ τοὐναντίον, Ἀρτοξέρξης αἰσθόμενος Ὦχον τὸν υἱὸν ἐπιβεβουλευκότα τοῖς ἀδελφοῖς ἀθυμήσας ἀπέθανε:

χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν ὡς Εὐριπίδης εἴρηκεν ὄντες, χαλεπώτατοι τοῖς γονεῦσιν αὐτοῖς εἰσιν: ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὑτοῦ καὶ βαρυνόμενος·

οὐ δύναται μὴ τὸν γεννήσαντα μέμφεσθαι καὶ τὴν τεκοῦσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION