- 텍스트

Plutarch, De fraterno amore, section 4

(플루타르코스, De fraterno amore, section 4)

οἶδα γοῦν ἐμαυτὸν ἐν Ῥώμῃ δυεῖν ἀδελφῶν ἀναδεξάμενον δίαιταν, ὧν ἅτερος ἐδόκει φιλοσοφεῖν:? ἦν δ ὡς ἐοίκεν οὐ μόνον ἀδελφὸς ἀλλὰ καὶ φιλόσοφος ψευδεπίγραφος καὶ ψευδώνυμος: ἔφην ἐγὼ "δῆλος εἶ μηδὲ τὸ ἐκ μορίων γεγονέναι μέγα καὶ σεμνὸν ἡγούμενος.

ἀλλ οἵ γε ἄλλοι πάντες,, εἰ καὶ μὴ φρονοῦσιν οὕτω, λέγουσι γοῦν καὶ ᾅδουσιν, ὡς γονεῦσι τιμὴν μετὰ θεοὺς πρώτην καὶ μεγίστην ἥ τε φύσις ὅ τε τὴν φύσιν σῴζων νόμος ἀπέδωκε:

"παλαιὰς ἐπὶ νέαις δανεισθείσας" χάριτας εὐμενῶς καὶ προθύμως ἐκτίνοντες.

οὐδ αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ πλημμελείας:

μητρὶ δ αὑτοῦ καὶ πατρὶ τὸ μὴ παρέχειν ἑαυτοὺς δρῶντας ἀεὶ καὶ λέγοντας ἀφ ὧν εὐφρανοῦνται, κἂν μὴ προσῇ τὸ λυποῦν, ἀνόσιον ἡγοῦνται καὶ ἄθεσμον.

τίς οὖν ἐστι παρὰ παίδων γονεῦσιν ἢ πρᾶξις ἢ χάρις ἢ διάθεσις μᾶλλον εὐφραίνειν δυναμένη τῆς πρὸς ἀδελφὸν εὐνοίας βεβαίου·

καὶ φιλίας·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION