호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ δὴ λέοντὰς γ ἀμυνόμενοι καὶ λύκους ἐσθίομεν:? συλλαμβάνοντες ἀποκτιννύομεν, ἃ νὴ Δία καὶ κάλλους ἕνεκα καὶ χάριτος ἡ φύσις ἐοίκεν ἐξενεγκεῖν.
φυτάλμιον καὶ εὔκαρπον τῶν ἡμερωτάτων καὶ βιωφελεστάτων καρπῶν, ἀλλ ἰδών που καὶ κροκόδειλον ἐννηχόμενον καὶ ἀσπίδα κατασυρομένην καὶ μύας, ἄγρια ζῷα καὶ μιαρά, ταύτας λέγοι τὰς αἰτίας τῆς μέμψεως καὶ τῆς τοῦ πράγματος ἀνάγκης:
ἢ νὴ Δία τὴν γῆν ταύτην καὶ τὴν ἄρουραν ἀποβλέψας ἐμπεπλησμένην ἡμέρων καρπῶν καὶ βρίθουσαν ἀσταχύων, ἔπειτα ὑποβλέψας που τοῖς ληίοις τούτοις καὶ πού τινος αἴρας στάχυν ἰδὼν καὶ ὀροβάγχην, εἶτ ἀφεὶς ἐκεῖνα καρποῦσθαι καὶ ληίζεσθαι μέμφοιτο περὶ τούτων.
κατηγορίᾳ τολμημάτων καὶ ἀποδείξεων, ῥέοντα δὲ καὶ φερόμενον οὐχ ἁπλῶς οὐδὲ λιτῶς, ἀλλ ὁμοῦ πάθεσι πολλοῖς μᾶλλον δὲ παντοδαποῖς, εἰς ψυχὰς ὁμοίως πολλὰς καὶ ποικίλας καὶ διαφόρους τῶν ἀκροωμένων ἢ τῶν δικαζόντων, ἃς δεῖ τρέψαι καὶ μεταβαλεῖν ἢ νὴ Δία πραϋ῀ναι καὶ ἡμερῶσαι καὶ καταστῆσαι:
εἶτα παρεὶς τοῦτο τοῦ πράγματος ὁρᾶν καὶ μετρεῖν τὸ φύλαιον καὶ ἀγώνισμα, παραρρήσεις ἐκλέγων, ἃς κατιὼν ὁ λόγος συγκατήνεγκε τῇ ῥύμῃ τῆς φορᾶς, συνεκπεσούσας καὶ παρολισθούσας τῷ λοιπῷ τοῦ λόγου.
καὶ δημηγόρου τινὸς ὁρῶν.
ποῖον οὖν οὐ πολυτελὲς δεῖπνον, εἰς ὃ οὐ θανατοῦταί τι ἔμψυχον·
μικρὸν ἀνάλωμα ἡγούμεθα ψυχήν· οὔπω λέγω τάχα μητρὸς ἢ πατρὸς ἢ φίλου τινὸς ἢ παιδός, ὡς ἔλεγεν Ἐμπεδοκλῆς: ἀλλ αἰσθήσεώς γε μετέχουσαν, ὄψεως ἀκοῆς, φαντασίας συνέσεως, ἣν ἐπὶ κτήσει τοῦ οἰκείου καὶ φυγῇ τάλλοτρίου παρὰ τῆς φύσεως ἕκαστον εἴληχε. σκόπει δ ἡμᾶς πότεροι βέλτιον ἐξημεροῦσι τῶν φιλοσόφων, οἱ καὶ τέκνα καὶ φίλους καὶ πατέρας καὶ γυναῖκας ἐσθίειν κελεύοντες ὡς ἀποθανόντας, ἢ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς ἐθίζοντες εἶναι καὶ πρὸς: τὰ ἄλλα μέρη δικαίους.
σὺ μὲν καταγελᾷς τοῦ τὸ πρόβατον μὴ ἐσθίοντος: ἀλλ ἡμεῖς γε, φήσουσι, θεασάμενοι τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα μερίδας καὶ τῶν φίλων ἀποπεμπόμενον τοῖς μὴ παροῦσι, τοὺς δὲ παρόντας καλοῦντα καὶ παρατιθέντα τῶν σαρκῶν ἀφειδῶς, μή τι γελάσωμεν·
"ἁλμυρὰν ἀκοὴν ἀποκλυζομένους.
εἰ δὲ θείη τις τὰ βιβλία παρ ἄλληλα καὶ τοὺς λόγους, ἐκεῖνα μὲν Σκύθαις φιλοσοφεῖσθαι καὶ Σογδιανοῖς καὶ Μελαγχλαίνοις, περὶ ὧν Ἡρόδοτος ἱστορῶν ἀπιστεῖται τὰ δὲ Πυθαγόρου καὶ Ἐμπεδοκλέους δόγματα νόμοι τῶν παλαιῶν ἦσαν Ἑλλήνων καὶ αἱ ἄπυροι δίαιται. ὅτι πρὸς τὰ ἄλογα ζῷα δίκαιον ἡμῖν οὐδὲν ἔστι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기