호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἐπὶ νέοις δανειζομένων.? χαλεπὰς δὲ μᾶλλον εἴποιμ ἂν εἶναι καὶ μνησικάκους τὰς τεκούσας τοῖς βρέφεσι, κινδύνων τε μεγάλων καὶ πόνων αὐταῖς γινομένων ὡς δ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα, δριμύ, τό τε προϊᾶσι μογοστόκοι Εἰλείθυιαι, Ἥρης θυγατέρες, πικρὰς ὠδῖνας ἔχουσαι: ταῦτα οὐχ Ὅμηρον αἱ γυναῖκες ἀλλ Ὁμηρίδα γράψαι λέγουσι τεκοῦσαν ἢ τίκτουσαν ἔτι καὶ τὸ νύγμα τῆς ἀλγηδόνος ὁμοῦ πικρὸν καὶ ὀξὺ γινόμενον ἐν τοῖς σπλάγχνοις ἔχουσαν. ἀλλὰ τὸ φύσει φιλόστοργον ἔκαμπτε καὶ ἦγεν: ἔτι θερμὴ καὶ διαλγὴς καὶ κραδαινομένη τοῖς πόνοις οὐχ ὑπερέβη τὸ νήπιον οὐδ ἔφυγεν, ἀλλ ἐπεστράφη καὶ προσεμειδίασε καὶ ἀνείλετο καὶ ἠσπάσατο, μηδὲν ἡδὺ καρπουμένη μηδὲ χρήσιμον ἀλλ ἐπιπόνως καὶ ταλαιπώρως ἀναδεχομένη, τῶν σπαργάνων ἐρειπίοις θάλπουσα καὶ ψήχουσα, καὶ πόνῳ πόνον ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθ ἡμέραν. τίνων ταῦτα μισθῶν ἢ χρειῶν ἐκείνοις·
ἀλλ οὐδὲ τοῖς νῦν: αἱ γὰρ ἐλπίδες ἄδηλοι καὶ μακραί. ἀμπελῶν ἰσημερίας ἐαρινῆς σκάψας μετοπωρινῆς ἐτρύγησε, πυρὸν ἔσπειρε δυομένης Πλειάδος εἶτ ἀνατελλούσης θερίζει, βόες καὶ ἵπποι καὶ ὄρνιθες ἕτοιμα τίκτουσιν ἐπὶ τὰς χρείας: ἀνθρώπου δ ἡ μὲν ἐκτροφὴ πολύπονος ἡ δ αὔξησις βραδεῖα, τῆς δ ἀρετῆς μακρὰν οὔσης προαποθνῄσκουσιν οἱ πλεῖστοι πατέρες. οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος, οὐδ ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν:
ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας αὐτῶν οἱᾶ νέοι πλημμελούντων ἐπεῖδον ὤστ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον ὧν ἔγραψεν, ἢ δέος ἢ λύπη παῖς πατρὶ πάντα χρόνον. ἀλλ ὅμως οὐ παύονται παῖδας τρέφοντες, μάλιστα δ οἱ παίδων ἥκιστα δεόμενοι.
γελοῖον γάρ, εἴ τις οἰέται τοὺς πλουσίους θύειν καὶ χαίρειν γενομένων αὐτοῖς τέκνων, ὅτι τοὺς θρέψοντας ἕξουσι καὶ τοὺς θάψοντας: εἰ μὴ νὴ Δία κληρονόμων ἀπορίᾳ παῖδας τρέφουσιν οὐ γὰρ ἔστιν εὑρεῖν οὐδ ἐπιτυχεῖν τοῦ τἀλλότρια βουλομένου λαμβάνειν. οὐ ψάμμος ἢ κόνις ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν τόσσον ἂν χεύαιτ ἀριθμὸν ὅσος ἐστὶν ὁ τῶν κληρονομούντων. Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ, εἰ δ ἄτεκνος ἦν, πλείονας ἂν εἶχε κληρονομοῦντας, καὶ οὐχ ὁμοίους. οἱ μὲν γὰρ παῖδες χάριν οὐδεμίαν ἔχουσιν οὐδ ἕνεκα τούτου θεραπεύουσιν οὐδὲ τιμῶσιν, ὡς ὀφείλημα τὸν κλῆρον ἐκδεχόμενοι:
τῶν δ ἀλλοτρίων περὶ τὸν ἄτεκνον φωνὰς ἀκούεις ταῖς κωμικαῖς ἐκείναις ὁμοίας, ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἔνθου, ῥόφησον, ἔντραγ, ἔχε τριώβολον. τὸ δ ὑπὸ τοῦ Εὐριπίδου λεγόμενον, τὰ χρήματ ἀνθρώποισιν εὑρίσκειν φίλους δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχειν, οὐχ ἁπλῶς ἀληθές, ἀλλ ἐπὶ τῶν ἀτέκνων τούτους οἱ πλούσιοι δειπνίζουσιν, οἱ ἡγεμόνες θεραπεύουσιν, οἱ ῥήτορες μόνοις τούτοις προῖκα συνηγοροῦσιν. ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον ἔχων κληρονόμον.
πολλοὺς γοῦν πολυφίλους καὶ πολυτιμήτους ὄντας ἓν παιδίον γενόμενον ἀφίλους καὶ ἀδυνάτους ἐποίησεν. ὅθεν οὐδὲ πρὸς δύναμιν οὐδέν ἐστιν ὠφέλιμον ἀπὸ τῶν τέκνων, ἀλλὰ τῆς φύσεως τὸ πᾶν κράτος οὐχ ἧττον ἐν ἀνθρώποις ἢ θηρίοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기