호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τοὺς δ Ἀπόλλωνα καὶ ἥλιον ἡγουμένους τὸν αὐτὸν ἀσπάζεσθαι μὲν ἄξιόν ἐστι καὶ φιλεῖν δι εὐφημίαν, ὃ μάλιστα τιμῶσιν ὧν ἴσασι καὶ ποθοῦσιν, εἰς τοῦτο τιθέντας τοῦ θεοῦ τὴν ἐπίνοιαν.? "ὡς δὲ νῦν ἐν τῷ καλλίστῳ τῶν ἐνυπνίων τὸν θεὸν ὀνειροπολοῦντας ἐγείρωμεν καὶ παρακαλῶμεν ἀνωτέρω προάγειν καὶ θεάσασθαι τὸ ὕπαρ αὐτοῦ καὶ τὴν οὐσίαν: "τιμᾶν δὲ καὶ τὴν εἰκόνα τήνδε καὶ σέβεσθαι τὸ περὶ αὐτὴν γόνιμον, ὡς ἀνυστόν ἐστιν αἰσθητῷ νοητοῦ καὶ φερομένῳ μένοντος, ἐμφάσεις τινὰς καὶ εἴδωλα διαλάμπουσαν ἁμωσγέπως τῆς περὶ ἐκεῖνον εὐμενείας καὶ μακαριότητος. "ἐκστάσεις δ αὐτοῦ καὶ μεταβολὰς πῦρ ἀφιέντος, αἳ αὐτὸν ἀνασπῶσιν ὡς λέγουσιν, αὖθις τε καταθλίβοντος ἐνταῦθα καὶ κατατείνοντος εἰς γῆν καὶ θάλασσαν καὶ ἀνέμους καὶ ζῷα, καὶ τὰ δεινὰ παθήματα καὶ ζῴων καὶ φυτῶν, οὐδ ἀκούειν ὅσιον ἢ τοῦ ποιητικοῦ παιδὸς ἔσται φαυλότερος, ἣν ἐκεῖνος ἔν τινι ψαμάθῳ συντιθεμένῃ καὶ διαχεομένῃ πάλιν ὑφ αὑτοῦ παίζει παιδιάν, ταύτῃ περὶ τὰ ὅλα χρώμενος ἀεί, καὶ τὸν κόσμον οὐκ ὄντα πλάττων εἶτ ἀπολλύων γενόμενον. "τοὐναντίον γὰρ ὅσου ἁμωσγέπως ἐγγέγονε τῷ κόσμῳ, τοῦτο συνδεῖ τὴν οὐσίαν καὶ κρατεῖ τῆς περὶ τὸ σωματικὸν ἀσθενείας ἐπὶ φθορὰν φερομένης. "καί μοι δοκεῖ μάλιστα πρὸς τοῦτον τὸν λόγον ἀντιταττόμενον τὸ ῥῆμα καὶ μαρτυρόμενον εἶ φάναι πρὸς τὸν θεόν, ὡς οὐδέποτε γιγνομένης περὶ αὐτὸν ἐκστάσεως καὶ μεταβολῆς, ἀλλ ἑτέρῳ τινὶ θεῷ, μᾶλλον δὲ δαίμονι τεταγμένῳ περὶ τὴν ἐν φθορᾷ καὶ γενέσει φύσιν, τοῦτο ποιεῖν καὶ πάσχειν προσῆκον: "ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνομάτων εὐθὺς οἱο῀ν ἐναντίων ὄντων καὶ ἀντιφώνων. "λέγεται γὰρ ὁ μὲν Ἀπόλλων ὁ δὲ Πλούτων, καὶ ὁ μὲν Δήλιος ὁ δ Αἰδωνεύς, καὶ ὁ μὲν Φοῖβος ὁ δὲ Σκότιος: "καὶ παρ ᾧ μὲν αἱ Μοῦσαι καὶ ἡ Μνημοσύνη, παρ ᾧ δ ἡ Λήθη καὶ ἡ Σιωπή: "καὶ ὁ μὲν Θεώριος καὶ Φαναῖος, ὁ δὲ νυκτὸς ἀιδνᾶς ἀεργηλοῖὸ θ Ὕπνου κοίρανος: "καὶ ὁ μὲν βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων πρὸς ὃν δὲ Πίνδαρος εἴρηκεν οὐκ ἀηδῶς κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν. "εἰκότως οὖν ὁ Εὐριπίδης, εἶπε λοιβαὶ νεκύων φθιμένων ἀοιδαί, τὰς χρυσοκόμα Ἀπόλλων οὐκ ἐνδέχεται. "καὶ πρότερος ἔτι τούτου ὁ Στησίχορος, μάλα τοι μάλιστα παιγμοσύνας τε φιλεῖ μολπὰς τ Ἀπόλλων, κάδεα δὲ στοναχάς τ Αἴδας ἔλαχε. "Σοφοκλῆς δὲ καὶ τῶν ὀργάνων ἑκατέρῳ προσνέμων ἑκάτερον δῆλός ἐστι διὰ τούτων, οὐ νάβλα κωκυτοῖσιν οὐ λύρα φίλα καὶ γὰρ ὁ αὐλὸς ὀψὲ καὶ πρῴην ἐτόλμησε φωνὴν ἐφ ἱμερτοῖσιν ἀφιέναι: "τὸν δὲ πρῶτον χρόνον εἵλκετο πρὸς τὰ πένθη, καὶ τὴν περὶ ταῦτα λειτουργίαν οὐ μάλ ἔντιμον οὐδὲ φαιδρὰν εἶχεν, εἶτ ἐμίχθη πάντα πᾶσι. "μάλιστα δὲ τὰ θεῖα πρὸς τὰ δαιμόνια συγχέοντες εἰς ταραχὴν αὑτοὺς κατέστησαν. "ἀλλά γε τῷ Ε τὸ γνῶθι σαυτόν ἐοίκέ πως ἀντικεῖσθαι καὶ τρόπον τινὰ πάλιν συνᾴδειν: "τὸ μὲν γὰρ ἐκπλήξει καὶ σεβασμῷ πρὸς τὸν θεὸν ὡς ὄντα διὰ παντὸς ἀναπεφώνηται, τὸ δ ὑπόμνησίς ἐστι τῷ θνητῷ τῆς περὶ αὐτὸν φύσεως καὶ ἀσθενείας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기