- 텍스트

Plutarch, De E apud Delphos, section 15 1:

(플루타르코스, De E apud Delphos, section 15 1:)

"τί δ ὅμοιον πέφυκεν οὐ συνορῶ.? πυθόμενος, φήσει δή τις, ταῦτα πρότερος συνιδὼν Πλάτωνος, δύο Ε καθιέρωσε τῷ θεῷ, δήλωμα καὶ σύμβολον τοῦ ἀριθμοῦ τῶν πάντων ἀλλὰ μὴν καὶ τἀγαθὸν ἐν πέντε γένεσι φανταζόμενον κατανοήσας, ὧν πρῶτόν ἐστι τὸ μέτριον δεύτερον δὲ τὸ σύμμετρον, καὶ τρίτον ὁ νοῦς καὶ τέταρτον αἱ περὶ ψυχὴν ἐπιστῆμαι καὶ τέχναι καὶ δόξαι ἀληθεῖς, πέμπτον εἴ τις ἡδονὴ καθαρὰ καὶ πρὸς τὸ λυποῦν ἄκρατος, ἐνταῦθα λήγει τὸ Ὀρφικὸν ὑπειπών ἕκτῃ δ ἐν γενεῇ καταπαύσατε θεσμὸν ἀοιδῆς. "καὶ μὴν οἶσθα δήπουθεν, ὅτι πέντε μὲν ἐν Σοφιστῇ τὰς κυριωτάτας: "ἀποδείκνυσιν ἀρχάς, τὸ ὀ`ν τὸ ταὐτὸν τὸ ἕτερον, τέταρτον δὲ καὶ πέμπτον ἐπὶ τούτοις κίνησιν καὶ στάσιν. "ἄλλῳ δ αὖ τρόπῳ διαιρέσεως ἐν Φιλήβῳ χρώμενος, ἓν μὲν εἶναί φησι τὸ ἄπειρον ἕτερον δὲ τὸ πέρας: "τούτων δὲ μιγνυμένων πᾶσαν συνίστασθαι γένεσιν. "αἰτίαν δ, ὑφ ἧς μίγνυται, τέταρτον γένος τίθεται: "καὶ πέμπτον ἡμῖν ὑπονοεῖν ἀπολέλοιπεν, ᾧ τὰ μιχθέντα πάλιν ἴσχει διάκρισιν καὶ διάστασιν. "τεκμαίρομαι δὲ ταῦτ ἐκείνων ὥσπερ εἰκόνας λέγεσθαι, τοῦ μὲν ὄντος τὸ γιγνόμενον, κινήσεως δὲ τὸ ἄπειρον, τὸ δὲ πέρας τῆς στάσεως, ταὐτοῦ δὲ τὴν μιγνύουσαν ἀρχήν, θατέρου δὲ τὴν διακρίνουσαν. "εἰ δ ἕτερα ταῦτ ἐστί, κἀκείνως ἂν εἰή καὶ οὕτως ἐν πέντε γένεσι καὶ διαφοραῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION