- 텍스트

Plutarch, De E apud Delphos, section 5

(플루타르코스, De E apud Delphos, section 5)

"σχῆμα καὶ μορφὴ τῆς πρὸς τὸν, θεὸν ἐντεύξεως, καὶ τάξιν ἡγεμονικὴν ἐν τοῖς ἐρωτήμασιν ἔχει τῶν χρωμένων ἑκάστοτε καὶ διαπυνθανομένων , εἰ νικήσουσιν, εἰ γαμήσουσιν, εἰ συμφέρει πλεῖν, εἰ γεωργεῖν, εἰ ἀποδημεῖν.? τοῖς δὲ διαλεκτικοῖς χαίρειν ἔλεγε σοφὸς ὁ θεός, οὐδὲν οἰομένοις ἐκ τοῦ εἰ μορίου καὶ τοῦ μετ αὐτοῦ ἀξιώματος πρᾶγμα γίγνεσθαι, πάσας τὰς ἐρωτήσεις ὑποτεταγμένας τούτῳ καὶ νοῶν ὡς πράγματα καὶ προσιέμενος. "ἐπεὶ δ ἴδιον τὸ ἐρωτᾶν ὡς μάντιν ἐστὶν ἡμῖν καὶ τὸ εὔχεσθαι κοινὸν ὡς πρὸς θεὸν, οὐχ ἧττον οἰόνται τῆς πευστικῆς τὴν εὐκτικὴν τὸ γράμμα περιέχειν δύναμιν: "εἰ γὰρ ὤφελον φησὶν ἕκαστος τῶν εὐχομένων. "καὶ Ἀρχίλοχος εἰ γὰρ ὣς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν. καὶ τοῦ εἴθε τὴν δευτέραν συλλαβὴν παρέλκεσθαί φασιν, οἱο῀ν τὸ Σώφρονος ἃμα τέκνων θην δευομένα: "καὶ τὸ Ὁμηρικὸν ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος: "ἐν δὲ τῷ εἰ τὸ εὐκτικὸν καὶ ἀποχρώντως δηλοῦσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION