호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐδείπνει δὲ πρὸς ἑσπέραν βαθεῖαν, ἔπινε δὲ θύσας τοῖς θεοῖς, ἐκύβευε δὲ πρὸς Μήδιον πυρέττων, ἔπαιζε δ ὁδοιπορῶν ἅμα καὶ μανθάνων τοξεύειν καὶ ἀποβαίνειν ἁρ´ματος.? ἔγημε δὲ Ῥωξάνην ἑαυτῷ μόνην ἐρασθείς:
τὴν δὲ Δαρείου Στάτειραν τῇ βασιλείᾳ καὶ τοῖς πράγμασι συνέφερε γὰρ ἡ τῶν γενῶν ἀνάμιξις: τῶν δ ἄλλων Περσίδων ἐκράτησε τοσοῦτο σωφροσύνῃ, ὅσον ἀνδρείᾳ Περσῶν: ἄκουσαν μὲν γὰρ οὐκ εἶδεν, ἃς δ εἶδε μᾶλλον ἢ ἃς οὐκ εἶδε παρῆλθε. καὶ πᾶσιν ὢν τοῖς ἄλλοις φιλάνθρωπος, μόνοις ὑπερηφάνως τοῖς καλοῖς ἐχρῆτο.
Δαρείου γυναικός, εὐπρεπεστάτης γενομένης, οὐδὲ φωνὴν ἐπαινοῦσαν τὸ κάλλος ἤκουσεν ἀποθανοῦσαν δ οὕτω βασιλικῶς ἐκόσμησε καὶ συμπαθῶς·
ἐδάκρυσεν, ὥστ ἄπιστον αὐτοῦ τὸ σῶφρον ἐν τῷ φιλανθρώπῳ γενέσθαι καὶ λαβεῖν ἀδικίας ἔγκλημα τὴν χρηστότητα.
Δαρεῖος γὰρ οὕτως ἐκινήθη πρὸς τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἡλικίαν: "ἄρα φαύλως ἔχει τὰ Περσῶν, οὐδέ τις ἐρεῖ παντάπασι κακοὺς ἡμᾶς οὐδ ἀνάνδρους ὑπὸ τοιούτου κρατηθέντας.
"ἐγὼ δ εὐτυχίαν μὲν εὔχομαι καὶ κράτος πολέμου παρὰ θεῶν, ἵν εὖ ποιῶν Ἀλέξανδρον ὑπερβάλωμαι: "καί μέ τις ἔχει φιλοτιμία καὶ ζῆλος ἡμερώτερον αὐτοῦ φανῆναι: τοῦτ εἰσποίησις ἦν Ἀλεξάνδρου διὰ θεῶν μαρτύρων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기