- 텍스트

Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 2, section 1

(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 1)

τέχνας πολλὰς καὶ φύσεις μεγάλας ὁ κατ Ἀλέξανδρον χρόνος ἐνεγκεῖν εὐτύχησεν ἢ τοῦτο μὲν οὐ τῆς Ἀλεξάνδρου τύχης γέγονεν ἀλλὰ τῆς ἐκείνων, μάρτυρα λαβεῖν καὶ θεατὴν τὸν ἄριστα κρῖναι τὸ κατορθούμενον καὶ μάλιστ ἀμείψασθαι δυνάμενον.? "ἀλλ εἰ κατ Ἀλέξανδρον ἐγένου, κατὰ στίχον ἄν σοι Κύπρον ἢ Φοινίκην ἔδωκεν.

οἶμαι δὲ καὶ τῶν τότε τεχνιτῶν οὐ κατ Ἀλέξανδρον ἀλλὰ δι Ἀλέξανδρον τοὺς πρώτους γενέσθαι.

καρπῶν μὲν γὰρ εὐφορίαν εὐκρασία ποιεῖ καὶ λεπτότης τοῦ περιέχοντος ἀέρος, τεχνῶν δὲ καὶ φύσεων ἀγαθῶν αὔξησιν εὐμένεια καὶ τιμὴ καὶ φιλανθρωπία βασιλέως ἐκκαλεῖται:

καὶ τοὐναντίον ὑπὸ φθόνου καὶ σμικρολογίας ἢ φιλονεικίας τῶν κρατούντων σβέννυται καὶ φθίνει πᾶν τὸ τοιοῦτο.

Διονύσιος γοῦν ὁ τύραννος, ὥς φασι, κιθαρῳδοῦ τινος εὐδοκιμοῦντος ἀκούων ἐπηγγείλατο δωρεὰν αὐτῷ τάλαντον: "εὐφραινόμενος ὑπὸ σοῦ παρ ὃν ᾖδες χρόνον εὔφρανα κἀγώ σε ταῖς·

"ἐλπίσιν ὥστε τὸν μισθὸν ὧν ἔτερπες ἀπελάμβανες εὐθὺς ἀντιτερπόμενος. Ἀλέξανδρος δ ὁ Φεραίων τύραννος ἔδει δὲ τοῦτο μόνον αὐτὸν καλεῖσθαι καὶ μὴ καταισχύνειν τὴν ἐπωνυμίαν, θεώμενος τραγῳδὸν ἐμπαθέστερον ὑφ ἡδονῆς διετέθη πρὸς τὸν οἶκτον.

ἀναπηδήσας οὖν ἐκ τοῦ θεάτρου θᾶττον ἢ βάδην ἀπῄει, δεινὸν εἶναι λέγων, εἰ τοσούτους ἀποσφάττων πολίτας ὀφθήσεται τοῖς Ἑκάβης καὶ Πολυξένης πάθεσιν ἐπιδακρύων.

οὗτος μὲν οὖν μικροῦ καὶ δίκην ἐπράξατο τὸν τραγῳδόν, ὅτι τὴν ψυχὴν αὐτοῦ καθάπερ σίδηρον ἐμάλαξεν.

Ἀρχελάῳ δὲ δοκοῦντι γλισχροτέρῳ περὶ τὰς δωρεὰς εἶναι Τιμόθεος ᾄδων ἐνεσήμαινε πολλάκις τουτὶ τὸ κομμάτιον σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς.

ὁ δὲ τῶν Σκυθῶν βασιλεὺς·

Ἀτέας Ἰσμηνίαν τὸν αὐλητὴν λαβὼν αἰχμάλωτον, ἐκέλευσε παρὰ πότον αὐλῆσαι. θαυμαζόντων δὲ τῶν ἄλλων καὶ κροτούντων, αὐτὸς ὤμοσεν ἀκροᾶσθαι τοῦ ἵππου χρεμετίζοντος ἥδιον.

οὕτω μακρὰν ἀπεσκηνώκει τὰ ὦτα τῶν Μουσῶν, καὶ τὴν ψυχὴν ἐν ταῖς φάτναις εἶχεν, οὐχ ἵππων ἀλλ ὄνων ἐπιτηδειοτέραν ἀκούειν. τίς ἂν οὖν παρὰ τοιούτοις βασιλεῦσιν αὔξησις ἢ τιμὴ τέχνης γένοιτο καὶ Μούσης τοιαύτης·

ἀλλ οὐδὲ παρὰ τοῖς ἀντιτέχνοις ἐθέλουσιν εἶναι, καὶ διὰ τοῦτο βασκανίᾳ καὶ δυσμενείᾳ τοὺς ἀληθῶς τεχνίτας καθαιροῦσιν. οἱο῀ς ἦν πάλιν οὖ Διονύσιος ὁ τὸν ποιητὴν Φιλόξενον εἰς τὰς λατομίας ἐμβαλών, ὅτι τραγῳδίαν αὐτοῦ διορθῶσαι κελευσθείς, εὐθὺς ἀπὸ τῆς ἀρχῆς ὅλην μέχρι τῆς κορωνίδος περιέγραψεν.

"μὴ γένοιτό σοι, βασιλεῦ, ἀθλίως οὕτως, ἵνα ταῦτ ἐμοῦ βέλτιον εἰδῇς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION