호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ πεμφθέντων ὑπὸ τοῦ Ποπλίου πρὸς αὐτόν, ὡς ἐκινδύνευεν, οἱ μὲν πρῶτοι διεφθάρησαν ἐμπεσόντες εἰς τοὺς βαρβάρους, οἱ δ ὕστεροι μόγις διαφυγόντες ἀπήγγελλον οἴχεσθαι τόν Πόπλιον, εἰ μὴ ταχεῖα καί πολλὴ βοήθεια παρ ἐκείνου γένοιτο, τόν δὲ Κράσσον ἅμα πολλὰ πάθη κατέσχε:? καί λογισμῷ μὲν οὐδὲν ἔτι τῶν πραγμάτων ἑώρα, φόβῳ δὲ περὶ τοῦ σύμπαντος ἅμα καί πόθῳ τοῦ παιδὸς ἑλκόμενος βοηθεῖν καί μὴ βοηθεῖν, τέλος ὡρ´μησε προάγειν τὴν δύναμιν.
ἐν τούτῳ δ οἱ πολέμιοι προσεφέροντο κλαγγῇ καί παιᾶνι φοβερώτεροι, καί πολλὰ τῶν τυμπάνων αὖθις περιεμυκᾶτο τοὺς Ῥωμαίους ἑτέρας μάχης ἀρχὴν προσδοκῶντας, οἱ δὲ τὴν κεφαλὴν τοῦ Ποπλίου κομίζοντες ὑπὲρ αἰχμῆς ἀναπεπηγυῖαν ἐγγὺς προσελάσαντες ἀνέδειξαν, ὕβρει πυνθανόμενοι τοκέας αὐτοῦ καί γένος: οὐ γὰρ δὴ πρέπειν γε Κράσσου πατρὸς ἀνανδροτάτου καί κακίστου γενναῖον οὕτω παῖδα καί λαμπρὸν ἀρετῇ γενέσθαι.
τοῦτο τὸ θέαμα Ῥωμαίων ὑπὲρ ἅπαντα τἆλλα δεινὰ τὰς ψυχὰς κατέκλασε καί παρέλυσεν, οὐ θυμοῦ πρὸς ἄμυναν, ὥσπερ ἦν εἰκός, ἀλλὰ φρίκης καί τρόμου πᾶσιν ἐγγενομένου. καίτοι τόν γε Κράσσον αὑτοῦ λαμπρότατον ἐν τῷ τότε πάθει φανῆναι λέγουσιν:
ἐβόα γὰρ ἐπιὼν τὰς τάξεις: "ἐμὸν, ὦ Ῥωμαῖοι, τοῦτο τὸ πένθος ἴδιόν ἐστιν ἡ δὲ μεγάλη τύχη καί δόξα τῆς Ῥώμης ἐν ὑμῖν ἕστηκε σῳζομένοις ἄθραυστος καί ἀήττητος. "εἰ δὲ καί ἐμοῦ τις οἶκτος ἀφῃρημένου παῖδα πάντων ἄριστον, ἐπιδείξασθε τοῦτο ὀργῇ πρὸς τοὺς πολεμίους, ἀφέλεσθε τὴν χαρὰν αὐτῶν, τιμωρήσασθε τὴν ὠμότητα, μὴ καταπλαγῆτε τοῖς γεγενημένοις, εἰ δεῖ τι καί παθεῖν μεγάλων ἐφιεμένους, οὐδὲ Λούκουλλος Τιγράνην ἀναιμωτὶ καθεῖλεν, οὐδὲ Σκηπίων Ἀντίοχον, χιλίας δὲ ναῦς οἱ παλαιοὶ περὶ Σικελίαν ἀπώλεσαν, ἐν δ Ἰταλίᾳ πολλοὺς αὐτοκράτορας καί στρατηγούς, ὧν οὐδεὶς προηττηθεὶς ἐκώλυσεν αὐτοὺς κρατῆσαι τῶν νενικηκότων. "οὐ γὰρ εὐτυχίᾳ τὰ Ῥωμαίων, ἀλλὰ τλημοσύνῃ καί ἀρετῇ πρὸς τὰ δεινὰ χωρούντων εἰς τοῦτο προῆλθε δυνάμεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기