호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθ ἡμέραν ἐφοίτα κομίζων ὁ ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐδὲ γινώσκων, ὑπ ἐκείνων δὲ καθορώμενος εἰδότων καί παραφυλαττόντων τὸν καιρόν.? ἦν δ ἄφθονα καί πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον. ἐγνώκει γὰρ ὁ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, ᾧ γε καί τὸ τῆς ὡρ´ας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἰή καί τι καί ταῖς καθ ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγκαίως μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι, δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τήν θάλασσαν, ὡς δ ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τήν ἄνοδον ἐκέλευεν εἴσω πορεύεσθαι καί θαρρεῖν.
οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας ἔδεισαν μὴ καταφανὲς καὶ γνώριμον εἰή τὸ χωρίον ἀνέκρινον οὖν αὐτάς τί βούλονται καί τίνες εἰσίν.
ὡς δ ἀπεκρίναντο δεδιδαγμέναι δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν ὁ Κράσσος τοῦ Οὐιβίου τήν πρὸς αὐτὸν παιδιὰν καί φιλοφροσύνην ἀνέλαβε τὰς παιδίσκας: καί συνῆσαν αὐτῷ τὸν λοιπὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καί διαγγέλλουσαι πρὸς τὸν Οὐίβιον.
τούτων φησὶ τήν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν ὁ Φαινεστέλλας ἰδεῖν αὐτός, καί πολλάκις ἀκοῦσαι μεμνημένης ταῦτα καί διεξιούσης προθύμως.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기