호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ μέντοι προαίρεσις, ἀφ ἧς ἐκτήσαντο τὴν ἀρχήν, ἄμεμπτος ἐπὶ τοῦ Δημητρίου, κρατεῖν καὶ βασιλεύειν ἀνθ ρώπων εἰθισμένων κρατεῖσθαι καὶ βασιλεύεσθαι ζητοῦντος, ἡ δ Ἀντωνίου χαλεπὴ καὶ τυραννική, καταδουλουμένου τὸν Ῥωμαίων δῆμον ἄρτι διαφυγόντα τὴν ὑπὸ Καίσαρι μοναρχίαν.? ὃ δ οὖν μέγιστον αὐτῷ καὶ λαμπρότατόν ἐστι τῶν εἰργασμένων, ὁ πρὸς Κάσσιον καὶ Βροῦτον πόλεμος, ἐπὶ τῷ τὴν πατρίδα καὶ τοὺς πολίτας ἀφελέσθαι τὴν ἐλευθερίαν ἐπολεμήθη.
Δημήτριος δέ, καὶ πρὶν εἰς τύχας ἐλθεῖν ἀναγκαίας, ἐλευθερῶν τὴν Ἑλλάδα καὶ τῶν πόλεων ἐξελαύνων τὰς φρουρὰς διετέλεσεν, οὐχ ὥσπερ Ἀντώνιος, ὅτι τοὺς ἐλευθερώσαντας τὴν Ῥώμην ἀπέκτεινεν ἐν Μακεδονίᾳ, σεμνυνόμενος. ἓν τοίνυν ἐστὶ τῶν ἐπαινουμένων Ἀντωνίου, τὸ φιλόδωρον καὶ μεγαλόδωρον, ἐν ᾧ τοσοῦτον ὑπεραίρει Δημήτριος ὥστε χαρίσασθαι τοῖς πολεμίοις ὅσα τοῖς φίλοις οὐκ ἔδωκεν Ἀντώνιος.
καίτοι ταφῆναί γε καὶ περισταλῆναι κελεύσας Βροῦτον ἐκεῖνος εὐδοκίμησεν: οὗτος δὲ καὶ τοὺς ἀποθανόντας τῶν πολεμίων πάντας ἐκήδευσε καὶ τοὺς ἁλόντας Πτολεμαίῳ μετὰ χρημάτων καὶ δωρεῶν ἀπέπεμψεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기