호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ τοίνυν μεγάλαι περὶ ἀμφοτέρους γεγόνασι μεταβολαί, πρῶτον τὰ τῆς δυνάμεως καὶ τῆς ἐπιφανείας σκοπῶμεν, ὅτι τῷ μὲν ἦν πατρῷα καὶ προκατειργασμένα, μέγιστον ἰσχύσαντος Ἀντιγόνου τῶν διαδόχων καὶ πρὸ τοῦ Δημήτριον ἐν ἡλικίᾳ γενέσθαι τὰ πλεῖστα τῆς Ἀσίας ἐπελθόντος καὶ κρατήσαντος:? Ἀντώνιος δὲ χαρίεντος μὲν ἄλλως, ἀπολέμου δὲ καὶ μέγα μηδὲν εἰς δόξαν αὐτῷ καταλιπόντος γενόμενος πατρός, ἐπὶ τὴν Καίσαρος ἐτόλμησεν ἀρχήν, οὐδὲν αὐτῷ κατὰ γένος προσήκουσαν, ἐλθεῖν, καὶ τοῖς ἐκείνῳ προπεπονημένοις αὐτὸς ἑαυτὸν εἰσεποίησε διάδοχον.
καὶ τοσοῦτον ἴσχυσεν, ἐκ μόνων τῶν περὶ αὐτὸν ὑπαρχόντων ὁρμώμενος, ὥστε δύο μοίρας τὰ σύμπαντα ποιησάμενος τὴν ἑτέραν ἑλέσθαι καὶ λαβεῖν τὴν ἐπιφανεστέραν, ἀπὼν δὲ αὐτὸς ὑπηρέταις τε καὶ ὑποστρατήγοις Πάρθους τε νικῆσαι πολλάκις καὶ τὰ περὶ Καύκασον ἔθνη βάρβαρα μέχρι τῆς Κασπίας ὤσασθαι θαλάσσης. μαρτύρια δὲ τοῦ μεγέθους αὐτῷ καὶ δἰ ἃ κακῶς ἀκούει.
Δημητρίῳ μὲν γὰρ ὁ πατὴρ ἠγάπησε τὴν Ἀντιπάτρου Φίλαν ὡς κρείττονα συνοικῆσαι παρ ἡλικίαν, Ἀντωνίῳ δὲ ὁ Κλεοπάτρας γάμος ὄνειδος ἦν, γυναικὸς ὑπερβαλομένης δυνάμει καὶ λαμπρότητι πάντας πλὴν Ἀρσάκου τοὺς καθ αὑτὴν βασιλεῖς. ἀλλ οὕτως ἐποίησε μέγαν ἑαυτὸν ὥστε τοῖς ἄλλοις μειζόνων ἢ ἐβούλετο δοκεῖν ἄξιος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기