- 텍스트

Plutarch, Comparison of Aristides with Marcus Cato, chapter 4 3:

(플루타르코스, Comparison of Aristides with Marcus Cato, chapter 4 3:)

ὡς γὰρ σῶμα τὸ καλῶς πρὸς εὐεξίαν κεκραμένον οὔτ ἐσθῆτος οὔτε τροφῆς δεῖται περιττῆς, οὕτω καὶ βίος καὶ οἶκος ὑγιαίνων ἀπὸ τῶν τυχόντων διοικεῖται.? δεῖ δὲ τῇ χρείᾳ σύμμετρον ἔχειν τὴν κτῆσιν: ὡς ὅ γε πολλὰ συνάγων, ὀλίγοις δὲ χρώμενος οὐκ ἔστιν αὐτάρκης, ἀλλ εἴτε μὴ δεῖται, τῆς παρασκευῆς ὧν οὐκ ὀρέγεται μάταιος, εἴτ ὀρέγεται, μικρολογίᾳ κολούων τὴν ἀπόλαυσιν ἄθλιος. αὐτοῦ γέ τοι Κάτωνος ἡδέως ἂν πυθοίμην εἰ μὲν ἀπολαυστὸν ὁ πλοῦτός ἐστι, τί σεμνύνῃ τῷ πολλὰ κεκτημένος ἀρκεῖσθαι μετρίοις·?

상위

Plutarch (플루타르코스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION