호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ταῦτα μὲν οὖν πρὸς τὰς βλασφημίας.? "ὅτι δέ, οἷς ἐγκαλεῖ περὶ τῶν ἐναργῶν, ἔνοχος αὐτός ἐστιν, οὐ συνεῖδεν. "ἓν γάρ ἐστι τῶν Ἐπικούρου δογμάτων, τὸ μηδὲν ἀμεταπείστως πεπεῖσθαι μηδένα πλὴν τὸν σοφόν. ἐπεὶ τοίνυν ὁ Κωλώτης οὐκ ἦν σοφὸς οὐδὲ μετὰ τὰς σεβάσεις ἐκείνας, ἐρωτάτω πρῶτον ἐκεῖνα τὰ ἐρωτήματα, πῶς σιτία προσάγεται καὶ οὐ χόρτον ἐπιτήδειος ὢν, καὶ τὸ ἱμάτιον τῷ σώματι καὶ οὐ τῷ κίονι περιτίθησι, μήθ ἱμάτιον εἶναι τὸ ἱμάτιον μήτε σιτίον τὸ σιτίον ἀμεταπείστως πεπεισμένος. "εἰ δὲ καὶ ταῦτα πράττει καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, ποσὶν οὐ διέρχεται, καὶ τοὺς ὄφεις φεύγει καὶ τοὺς λύκους, μηδὲν εἶναι τούτων οἱο῀ν φαίνεται πεπεισμένος ἀμεταπείστως, ἀλλὰ πράττων ἕκαστα κατὰ τὸ φαινόμενον: "οὐδὲ Σωκράτει δήπουθεν ἐμποδὼν ἦν ἡ περὶ τῶν αἰσθήσεων δόξα τοῦ χρῆσθαι τοῖς φαινομένοις ὁμοίως. "οὐ γὰρ Κωλώτῃ μὲν ὁ ἄρτος ἄρτος ἐφαίνετο καὶ χόρτος ὁ χόρτος, ὅτι τοὺς διοπετεῖς ἀνεγνώκει Κανόνας: "ὁ δὲ Σωκράτης ὑπ ἀλαζονείας ἄρτου μὲν ὡς χόρτου χόρτου δ ὡς ἄρτου φαντασίαν ἐλάμβανε. "δόγμασι γὰρ ἡμῶν καὶ λόγοις οὗτοι χρῶνται βελτίοσιν οἱ σοφοί: "τὸ δ αἰσθάνεσθαι καὶ τυποῦσθαι πρὸς τὰ φαινόμενα κοινόν ἐστι πάθος ἀλόγοις περαινόμενον αἰτίαις. "ὁ δὲ τὰς αἰσθήσεις λόγος ἐπαγόμενος, ὡς οὐκ ἀκριβεῖς οὐδ ἀσφαλεῖς πρὸς πίστιν οὔσας, οὐκ ἀναιρεῖ τὸ φαίνεσθαι τῶν πραγμάτων ἡμῖν ἕκαστον, ἀλλὰ χρωμένοις κατὰ τὸ φαινόμενον ἐπὶ τὰς πράξεις ταῖς αἰσθήσεσι τὸ πιστεύειν ὡς ἀληθέσι πάντῃ καὶ ἀδιαπτώτοις οὐ δίδωσιν αὐταῖς τὸ γὰρ ἀναγκαῖον ἀρκεῖ καὶ χρειῶδες ἀπ αὐτῶν, ὅτι βέλτιον ἕτερον οὐκ ἔστιν: "ἣν δὲ ποθεῖ φιλόσοφος ψυχὴ λαβεῖν ἐπιστήμην περὶ ἑκάστου καὶ γνῶσιν, οὐκ ἔχουσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기