호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρ’ οὐ παρὰ τοὺσ ἰατρούσ; πάνυ γε. τί δ’ εἰ σκυτοτόμον ἀγαθὸν βουλοίμεθα γενέσθαι, ἆρ’ οὐ παρὰ τοὺσ σκυτοτόμουσ; ναί. καὶ τἆλλα οὕτωσ; πάνυ γε. ὧδε δή μοι πάλιν περὶ τῶν αὐτῶν εἰπέ. παρὰ τοὺσ ἰατρούσ, φαμέν, πέμποντεσ τόνδε καλῶσ ἂν ἐπέμπομεν, βουλόμενοι ἰατρὸν γενέσθαι· ἆρ’ ὅταν τοῦτο λέγωμεν, τόδε λέγομεν, ὅτι παρὰ τούτουσ πέμποντεσ αὐτὸν σωφρονοῖμεν ἄν, τοὺσ ἀντιποιουμένουσ τε τῆσ τέχνησ μᾶλλον ἢ τοὺσ μή, καὶ τοὺσ μισθὸν πραττομένουσ ἐπ’ αὐτῷ τούτῳ, ἀποφήναντασ αὑτοὺσ διδασκάλουσ τοῦ βουλομένου ἰέναι τε καὶ μανθάνειν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기