호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ γὰρ καὶ μέμνησαι, ὅτ’ ἐγώ σοι ἄρτι ἀπεκρινάμην περὶ τοῦ σχήματοσ, ἀπεβάλλομέν που τὴν τοιαύτην ἀπόκρισιν τὴν διὰ τῶν ἔτι ζητουΜένων καὶ μήπω ὡμολογηΜένων ἐπιχειροῦσαν ἀποκρίνεσθαι. καὶ ὀρθῶσ γε ἀπεβάλλομεν, ὦ Σώκρατεσ. μὴ τοίνυν, ὦ ἄριστε, μηδὲ σὺ ἔτι ζητουμένησ ἀρετῆσ ὅλησ ὅτι ἐστὶν οἰού διὰ τῶν ταύτησ μορίων ἀποκρινόμενοσ δηλώσειν αὐτὴν ὁτῳοῦν, ἢ ἄλλο ὁτιοῦν τούτῳ τῷ αὐτῷ τρόπῳ λέγων, ἀλλὰ πάλιν τῆσ αὐτῆσ δεήσεσθαι ἐρωτήσεωσ, τίνοσ ὄντοσ ἀρετῆσ λέγεισ ἃ λέγεισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기