호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί οὖν δή; οὐδέν· ἀλλὰ τόδε μοι εἰπὲ ἐπὶ τούτῳ, εἰ λέγονται Ἀθηναῖοι διὰ Περικλέα βελτίουσ γεγονέναι, ἢ πᾶν τοὐναντίον διαφθαρῆναι ὑπ’ ἐκείνου. ταυτὶ γὰρ ἔγωγε ἀκούω, Περικλέα πεποιηκέναι Ἀθηναίουσ ἀργοὺσ καὶ δειλοὺσ καὶ λάλουσ καὶ φιλαργύρουσ, εἰσ μισθοφορίαν πρῶτον καταστήσαντα. τῶν τὰ ὦτα κατεαγότων ἀκούεισ ταῦτα, ὦ Σώκρατεσ. ἀλλὰ τάδε οὐκέτι ἀκούω, ἀλλ’ οἶδα σαφῶσ καὶ ἐγὼ καὶ σύ, ὅτι τὸ μὲν πρῶτον ηὐδοκίμει Περικλῆσ καὶ οὐδεμίαν αἰσχρὰν δίκην κατεψηφίσαντο αὐτοῦ Ἀθηναῖοι, ἡνίκα χείρουσ ἦσαν· ἐπειδὴ δὲ καλοὶ κἀγαθοὶ ἐγεγόνεσαν ὑπ’ αὐτοῦ, ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέουσ, κλοπὴν αὐτοῦ κατεψηφίσαντο, ὀλίγου δὲ καὶ θανάτου ἐτίμησαν, δῆλον ὅτι ὡσ πονηροῦ ὄντοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기