호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ’ εἴ τι κήδῃ τοῦ λόγου τοῦ εἰρημένου καὶ ἐπανορθώσασθαι αὐτὸν βούλει, ὥσπερ νυνδὴ ἔλεγον, ἀναθέμενοσ ὅτι σοι δοκεῖ, ἐν τῷ μέρει ἐρωτῶν τε καὶ ἐρωτώμενοσ, ὥσπερ ἐγώ τε καὶ Γοργίασ, ἔλεγχέ τε καὶ ἐλέγχου. φῂσ γὰρ δήπου καὶ σὺ ἐπίστασθαι ἅπερ Γοργίασ· ἢ οὔ; ἔγωγε. οὐκοῦν καὶ σὺ κελεύεισ σαυτὸν ἐρωτᾶν ἑκάστοτε ὅτι ἄν τισ βούληται, ὡσ ἐπιστάμενοσ ἀποκρίνεσθαι; πάνυ μὲν οὖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기