호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δ’ αὖ μετὰ τοῦτον ὁ παιδοτρίβησ εἴποι ὅτι "θαυμάζοιμί τἄν, ὦ Σώκρατεσ, καὶ αὐτὸσ εἴ σοι ἔχοι Γοργίασ μεῖζον ἀγαθὸν ἐπιδεῖξαι τῆσ αὑτοῦ τέχνησ ἢ ἐγὼ τῆσ ἐμῆσ· εἴποιμ’ ἂν αὖ καὶ πρὸσ τοῦτον· σὺ δὲ δὴ τίσ εἶ, ὦ ἄνθρωπε, καὶ τί τὸ σὸν ἔργον; "παιδοτρίβησ," φαίη ἄν, "τὸ δὲ ἔργον μού ἐστιν καλούσ τε καὶ ἰσχυροὺσ ποιεῖν τοὺσ ἀνθρώπουσ τὰ σώματα. " μετὰ δὲ τὸν παιδοτρίβην εἴποι ἂν ὁ χρηματιστήσ, ὡσ ἐγᾦμαι πάνυ καταφρονῶν ἁπάντων·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기