호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρ’ ἂν οὐκ ἐπιστήμη; καὶ ἆρ’ ἂν οὐ μετρητική τισ, ἐπειδήπερ ὑπερβολῆσ τε καὶ ἐνδείασ ἐστὶν ἡ τέχνη; ἐπειδὴ δὲ περιττοῦ τε καὶ ἀρτίου, ἆρα ἄλλη τισ ἢ ἀριθμητική; Ὁμολογοῖεν ἂν ἡμῖν οἱ ἄνθρωποι ἢ οὔ; ἐδόκουν ἂν καὶ τῷ Πρωταγόρᾳ ὁμολογεῖν. εἰε͂ν, ὦ ἄνθρωποι· ἐπεὶ δὲ δὴ ἡδονῆσ τε καὶ λύπησ ἐν ὀρθῇ τῇ αἱρέσει ἐφάνη ἡμῖν ἡ σωτηρία τοῦ βίου οὖσα, τοῦ τε πλέονοσ καὶ ἐλάττονοσ καὶ μείζονοσ καὶ σμικροτέρου καὶ πορρωτέρω καὶ ἐγγυτέρω, ἆρα πρῶτον μὲν οὐ μετρητικὴ φαίνεται, ὑπερβολῆσ τε καὶ ἐνδείασ οὖσα καὶ ἰσότητοσ πρὸσ ἀλλήλασ σκέψισ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기