호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰσχυνοίμην ἂν ἔγωγ’, ἔφη, ὦ Σώκρατεσ, τοῦτο ὁμολογεῖν, ἐπεὶ πολλοί γέ φασιν τῶν ἀνθρώπων. πότερον οὖν πρὸσ ἐκείνουσ τὸν λόγον ποιήσομαι, ἔφην, ἢ πρὸσ σέ; εἰ βούλει, ἔφη, πρὸσ τοῦτον πρῶτον τὸν λόγον διαλέχθητι τὸν τῶν πολλῶν. ἀλλ’ οὐδέν μοι διαφέρει, ἐὰν μόνον σύ γε ἀποκρίνῃ, εἴτ’ οὖν δοκεῖ σοι ταῦτα εἴτε μή· τὸν γὰρ λόγον ἔγωγε μάλιστα ἐξετάζω, συμβαίνει μέντοι ἴσωσ καὶ ἐμὲ τὸν ἐρωτῶντα καὶ τὸν ἀποκρινόμενον ἐξετάζεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기