호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λοιπὸν δὴ ἀκόσμητον ἔτι αὐτῷ ἦν τὸ ἀνθρώπων γένοσ, καὶ ἠπόρει ὅτι χρήσαιτο. ἀποροῦντι δὲ αὐτῷ ἔρχεται Προμηθεὺσ ἐπισκεψόμενοσ τὴν νομήν, καὶ ὁρᾷ τὰ μὲν ἄλλα ζῷα ἐμμελῶσ πάντων ἔχοντα, τὸν δὲ ἄνθρωπον γυμνόν τε καὶ ἀνυπόδητον καὶ ἄστρωτον καὶ ἀόπλον· ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρῆν, ἐν ᾗ ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆσ εἰσ φῶσ. ἀπορίᾳ οὖν σχόμενοσ ὁ Προμηθεὺσ ἥντινα σωτηρίαν τῷ ἀνθρώπῳ εὑρ́οι, κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶσ τὴν ἔντεχνον σοφίαν σὺν πυρί ‐ ἀμήχανον γὰρ ἦν ἄνευ πυρὸσ αὐτὴν κτητήν τῳ ἢ χρησίμην γενέσθαι ‐ καὶ οὕτω δὴ δωρεῖται ἀνθρώπῳ. τὴν μὲν οὖν περὶ τὸν βίον σοφίαν ἄνθρωποσ ταύτῃ ἔσχεν, τὴν δὲ πολιτικὴν οὐκ εἶχεν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기