호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μὰ Δί’ οὐκ ἔγωγε. οὐκοῦν σύ, ἔφη, ἐπίστασαί τι; ἔγωγε. οὐκοῦν ἐπιστήμων εἶ, εἴπερ ἐπίστασαι; πάνυ γε, τούτου γε αὐτοῦ. οὐδὲν διαφέρει· ἀλλ’ οὐκ ἀνάγκη σε ἔχει πάντα ἐπίστασθαι ἐπιστήμονά γε ὄντα; μὰ Δί’, ἔφην ἐγώ· ἐπεὶ πολλὰ ἄλλ’ οὐκ ἐπίσταμαι. οὐκοῦν εἴ τι μὴ ἐπίστασαι, οὐκ ἐπιστήμων εἶ. ἐκείνου γε, ὦ φίλε, ἦν δ’ ἐγώ. ἧττον οὖν τι, ἔφη, οὐκ ἐπιστήμων εἶ; ἄρτι δὲ ἐπιστήμων ἔφησθα εἶναι·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기