호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γάρ φατον ἐν ὀλίγῳ χρόνῳ ποιῆσαι ἂν καὶ ἄλλον ὁντινοῦν τὰ αὐτὰ ταῦτα δεινόν. τί δέ, ὦ Σώκρατεσ; οὐ φοβῇ τὴν ἡλικίαν, μὴ ἤδη πρεσβύτεροσ ᾖσ; ἥκιστά γε, ὦ Κρίτων· ἱκανὸν τεκμήριον ἔχω καὶ παραμύθιον τοῦ μὴ φοβεῖσθαι. αὐτὼ γὰρ τούτω, ὡσ ἔποσ εἰπεῖν, γέροντε ὄντε ἠρξάσθην ταύτησ τῆσ σοφίασ ἧσ ἔγωγε ἐπιθυμῶ, τῆσ ἐριστικῆσ· πέρυσιν ἢ προπέρυσιν οὐδέπω ἤστην σοφώ. ἀλλ’ ἐγὼ ἓν μόνον φοβοῦμαι, μὴ αὖ ὄνειδοσ τοῖν ξένοιν περιάψω, ὥσπερ Κόννῳ τῷ Μητροβίου, τῷ κιθαριστῇ, ὃσ ἐμὲ διδάσκει ἔτι καὶ νῦν κιθαρίζειν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기