호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς ὄρθιον φώνασε: "πάτερ Κρονίων, τίς δὴ λύσις ἔσσεται πενθέων· καὶ ἐμοὶ θάνατον σὺν τῷδ ἐπίτειλον, ἄναξ. οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί: παῦροι δ ἐν πόνῳ πιστοὶ βροτῶν καμάτου μεταλαμβάνειν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기