호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα. ἁ Νεμέα μὲν ἄραρεν μείς τ ἐπιχώριος, ὃν φίλης Ἀπόλλων: ἅλικας δ ἐλθόντας οἴκοι τ ἐκράτεις Νίσου τ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ, ὅτι ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις. ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν ἐπαύρεο:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기