호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἀνδριαντοποιός εἰμ, ὥστ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματ ἐπ αὐτᾶς βαθμίδος ἑσταότ: οὔπω γένυσι φαίνων τέρειναν ματέρ οἰνάνθας ὀπώραν, ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἡρ´ωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν:
στάντες, πίτναν τ εἰς αἰθέρα χεῖρας ἁμᾷ Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος, ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ ἐπὶ ῥηγμῖνι πόντου.
αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον, πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους δαίμων ἀπ Οἰνώνας ἔλασεν.
στάσομαι:
οὔ τοι ἅπασα κερδίων φαίνοισα πρόσωπον ἀλάθει ἀτρεκής: καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι. εἰ δ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι αὐτόθεν ἅλμαθ ὑποσκάπτοι τις:
ἔχω γονάτων ἐλαφρὸν ὁρμάν: καὶ πέραν πόντοιο πάλλοντ αἰετοί.
πρόφρων δὲ καὶ κείνοις ἀείδ ἐν Παλίῳ Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις φόρμιγγ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων ἁγεῖτο παντοίων νόμων: ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν πείσαις ἀκοίταν ποικίλοις βουλεύμασιν, ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον, ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου εὐνᾶς.
τὸ δ ἐναντίον ἔσκεν: πολλὰ γάρ νιν παντὶ θυμῷ παρφαμένα λιτάνευεν:
τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι: εὐθὺς δ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον δείσαις:
γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν:
ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται, καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ πάντων. τὺ δ Αἰγίναθε δίς, Εὐθύμενες, Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων. ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
ἁ Νεμέα μὲν ἄραρεν μείς τ ἐπιχώριος, ὃν φίλης Ἀπόλλων: ἅλικας δ ἐλθόντας οἴκοι τ ἐκράτεις Νίσου τ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ, ὅτι ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις. ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν ἐπαύρεο: χρὴ δ ἀπ Ἀθανᾶν τέκτον ἀθληταῖσιν ἔμμεν.
εἰ δὲ Θεμίστιον ἵκεις, ὥστ ἀείδειν, μηκέτι ῥίγει: δίδοι φωνάν, ἀνὰ δ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου, πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν νικῶντ ἀρετάν, προθύροισιν δ Αἰακοῦ ἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기