호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄμπνευμα σεμνὸν Ἀλφεοῦ, κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία, δέμνιον Ἀρτέμιδος, Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς ὕμνος ὁρμᾶται θέμεν αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν: ἁρ´μα δ ὀτρύνει Χρομίου Νεμέα θ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.
ἀρχαὶ δὲ βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.
ἔστι δ ἐν εὐτυχίᾳ πανδοξίας ἄκρον: μεγάλων δ ἀέθλων Μοῖσα μεμνᾶσθαι φιλεῖ. Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.
ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.
ἔσταν δ ἐπ αὐλείαις θύραις ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος, ἔνθα μοι ἁρμόδιον δεῖπνον κεκόσμηται, θαμὰ δ ἀλλοδαπῶν οὐκ ἀπείρατοι δόμοι ἐντί:
λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν ἀντίον.
τέχναι δ ἑτέρων ἕτεραι: χρὴ δ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ. πράσσει γὰρ ἔργῳ μὲν σθένος, βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν συγγενὲς οἷς ἕπεται.
Ἁγησιδάμου παῖ, σέο δ ἀμφὶ τρόπῳ τῶν τε καὶ τῶν χρήσιες.
οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. πολυπόνων ἀνδρῶν.
ἐγὼ δ Ἡρακλέος ἀντέχομαι προφρόνως, ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον, ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν, ὡς οὐ λαθὼν χρυσόθρονον Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα: ἀλλὰ θεῶν βασιλέα σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.
τοὶ μὲν οἰχθεισᾶν πυλᾶν ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους ἀμφελίξασθαι μεμαῶτες:
ὁ δ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας, δισσαῖσι δοιοὺς αὐχένων μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας: ἀγχομένοις δὲ χρόνος ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
ἐκ δ ἄρ ἄτλατον δέος πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει:
καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαις ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων. ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον:
ἐν χερὶ δ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον ἵκετ, ὀξείαις ἀνίαισι τυπείς.
τὸ γὰρ οἰκεῖον πιέζει πάνθ ὁμῶς: εὐθὺς δ ἀπήμων κραδία κᾶδος ἀμφ ἀλλότριον. ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῷ τε μιχθείς.
εἶδε γὰρ ἐκνόμιον λῆμά τε καὶ δύναμιν υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι ἀγγέλων ῥῆσιν θέσαν. γείτονα δ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον, ὀρθόμαντιν Τειρεσίαν:
ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις, ὅσσους μὲν ἐν χέρσῳ κτανών, ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας: καί τινα σὺν πλαγίῳ ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶσέ νιν δώσειν μόρῳ.
καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν:
δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기