호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χάριν ἀγῶνί τε Κίρρας, ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών, ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα νικῶν ξένου Λάκωνος Ὀρέστα. Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ ψυχᾷ πόρευς Ἀχέροντος ἀκτὰν παρ εὔσκιον νηλὴς γυνά.
πότερόν νιν ἄρ Ἰφιγένει ἐπ Εὐρίπῳ σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον· ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν ἔννυχοι πάραγον κοῖται·
τὸ δὲ νέαις ἀλόχοις ἔχθιστον ἀμπλάκιον καλύψαι τ ἀμάχανον ἀλλοτρίαισι γλώσσαις:
κακολόγοι δὲ πολῖται.
ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον: ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει. θάνεν μὲν αὐτὸς ἡρ´ως Ἀτρεΐδας ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις, μάντιν τ ὄλεσσε κόραν, ἐπεὶ ἀμφ Ἑλένᾳ πυρωθέντων Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δ ἄρα γέροντα ξένον Στρόφιον ἐξίκετο, νέα κεφαλά, Παρνασοῦ πόδα ναίοντ:
ἀλλὰ χρονίῳ σὺν Ἄρει πέφνεν τε ματέρα θῆκέ τ Αἴγισθον ἐν φοναῖς. ἦ ῥ, ὦ φίλοι, κατ ἀμευσιπόρους τριόδους ἐδινήθην, ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν:
ἤ μέ τις ἄνεμος ἔξω πλόου ἔβαλεν, ὡς ὅτ ἄκατον εἰναλίαν·
Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν φωνὰν ὑπάργυρον, ἄλλοτ ἄλλᾳ ταρασσέμεν ἢ πατρὶ Πυθονίκῳ τό γέ νυν ἢ Θρασυδαίῳ: τῶν εὐφροσύνα τε καὶ δόξ ἐπιφλέγει.
τὰ μὲν <ἐν> ἁρ´μασι καλλίνικοι πάλαι, Ὀλυμπίᾳ ἀγώνων πολυφάτων ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις:
Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν Ἑλλανίδα στρατιὰν ὠκύτατι.
θεόθεν ἐραίμαν καλῶν, δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. ὄλβῳ τεθαλότα, μέμφομ αἶσαν τυραννίδων:
ξυναῖσι δ ἀμφ ἀρεταῖς τέταμαι.
φθονεροὶ δ ἀμύνονται ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβριν ἀπέφυγεν: εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών.
ἅ τε τὸν Ἰφικλείδαν διαφέρει Ιὄλαον ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν, σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν, τὸ μὲν παρ ἆμαρ ἕδραισι Θεράπνας, τὸ δ οἰκέοντας ἔνδον Ὀλύμπου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기