- 텍스트

Pindar, Odes, pythian odes, pythian 10 ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛῼ ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜῼ?

(핀다르, Odes, pythian odes, pythian 10 ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛῼ ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜῼ)

ὄλβια Λακεδαίμων, μάκαιρα Θεσσαλία: πατρὸς δ ἀμφοτέραις ἐξ ἑνὸς ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει. τί κομπέω παρὰ καιρόν· ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.

γεύεται γὰρ ἀέθλων:

στρατῷ τ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν. Ἄπολλον, γλυκὺ δ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται: ὁ μέν που τεοῖς γε μήδεσι τοῦτ ἔπραξεν: τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις:

ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν πέτραν κρατησίποδα Φρικίαν.

ἕσποιτο μοῖρα καὶ ὑστέραισιν ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν: τῶν δ ἐν Ἑλλάδι τερπνῶν λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν μετατροπίαις ἐπικύρσαιεν.

θεὸς εἰή ἀπήμων κέαρ:

καὶ ζώων ἔτι νεαρὸν κατ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.

ὁ χάλκεος οὐρανὸς οὔ ποτ ἀμβατὸς αὐτῷ.

ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον πλόον. ναυσὶ δ οὔτε πεζὸς ἰών <κεν> εὑρ´οις ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν. παρ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας, δώματ ἐσελθών, κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ ῥέζοντας:

ὧν θαλίαις ἔμπεδον εὐφαμίαις τε μάλιστ Ἀπόλλων χαίρει, γελᾷ θ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων. Μοῖσα δ οὐκ ἀποδαμεῖ τρόποις ἐπὶ σφετέροισι:

παντᾷ, δὲ χοροὶ παρθένων λυρᾶν τε βοαὶ καναχαί τ αὐλῶν δονέονται: δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως.

νόσοι δ οὔτε γῆρας οὐλόμενον κέκραται ἱερᾷ γενεᾷ: πόνων δὲ καὶ μαχᾶν ἄτερ οἰκέοισι φυγόντες ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ Ἀθάνα, ἐς ἀνδρῶν μακάρων ὅμιλον:

ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάρα δρακόντων φόβαισιν ἤλυθε νασιώταις λίθινον θάνατον φέρων.

θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται ἔμμεν ἄπιστον.

κώπαν σχάσον, ταχὺ δ ἄγκυραν ἔρεισον χθονὶ πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.

ἐγκωμίων γὰρ ἀώτος ὕμνων ἐπ ἄλλοτ ἄλλον ὥτε μέλισσα θύνει λόγον. ἔλπομαι δ Ἐφυραίων ὄπ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰν τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα.

καὶ γὰρ ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας:

τῶν δ ἕκαστος ὀρούει, τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός:

τὰ δ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι. πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν τόδ ἔζευξεν ἁρ´μα Πιερίδων τετράορον, φιλέων φιλέοντ, ἄγων ἄγοντα προφρόνως.

πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει καὶ νόος ὀρθός.

ἀδελφεοὺς ἔτ ἐπαινήσομεν ἐσλούς, ὅτι ὑψοῦ φέροντι νόμον Θεσσαλῶν αὔξοντες: ἐν δ ἀγαθοῖσι κεῖνται πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION