호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐθέλω χαλκάσπιδα Πυθιονίκαν σὺν βαθυζώνοισιν ἀγγέλλων Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν, ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας: ἁρ´πας, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.
ὑπέδεκτο δ ἀργυρόπεζ Ἀφροδίτα Δάλιον ξεῖνον θεοδμάτων ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.
καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ, ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θ Ὑψέος εὐρυβία:
ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἡρ´ως δεύτερος: Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοις ἔτικτεν, Γαίας θυγάτηρ.
ὁ δὲ τὰν εὐώλενον θρέψατο παῖδα Κυράναν:
θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν παῦρον ἐπὶ γλεφάροις ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.
κίχε νιν λέοντί ποτ εὐρυφαρέτρας ὀμβρίμῳ μούναν παλαίοισαν ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.
αὐτίκα δ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ. " σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν θαύμασον, οἱο῀ν ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις ἦτορ ἔχοισα:
φόβῳ δ οὐ κεχείμανται φρένες. τίς νιν ἀνθρώπων τέκεν· ποίας δ ἀποσπασθεῖσα φύτλας ὀρέων κευθμῶνας ἔχει σκιοέντων, γεύεται δ ἀλκᾶς ἀπειράντου· ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν, ἦ ῥα·
καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν· τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν εὐθὺς ἀμείβετο: "κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων, Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς αἰδέοντ, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς.
καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον.
κούρας δ ὁπόθεν γενεὰν ἐξερωτᾷς, ὦ ἄνα· κύριον ὃς πάντων τέλος οἶσθα καὶ πάσας κελεύθους:
ὅσσα τε χθὼν ἠρινὰ φύλλ ἀναπέμπει, χὠπόσαι ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι κύμασιν ῥιπαῖς τ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν ἔσσεται, εὖ καθορᾷς. ἐρέω.
ταύτᾳ πόσις ἵκεο βᾶσσαν τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι: ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις νασιώταν ὄχθον ἐς ἀμφίπεδον:
νῦν δ εὐρυλείμων πότνιά σοι Λιβύα δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων: αὐτίκα συντελέθειν ἔννομον δωρήσεται, οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτ ἀγνῶτα θηρῶν.
τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον Ζῆνα καὶ ἁγνὸν Ἀπόλλων, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων, Ἀγρέα καὶ Νόμιον, τοῖς δ Ἀρισταῖον καλεῖν.
" ὣς ἄρ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν. ὠκεῖα δ ἐπειγομένων ἤδη θεῶν πρᾶξις ὁδοί τε βραχεῖαι.
κεῖνο κεῖν ἆμαρ διαίτασεν:
θαλάμῳ δὲ μίγεν ἐν πολυχρύσῳ Λιβύας: ἵνα καλλίσταν πόλιν ἀμφέπει κλεινάν τ ἀέθλοις. καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ: ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται, καλλιγύναικι πάτρᾳ δόξαν ἱμερτὰν ἀγαγόντ ἀπὸ Δελφῶν.
ἀρεταὶ δ αἰεὶ μεγάλαι πολύμυθοι:
βαιὰ δ ἐν μακροῖσι ποικίλλειν, ἀκοὰ σοφοῖς: ὁ δὲ καιρὸς ὁμοίως παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ιὄλαον οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι: τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων ἐν μόναις ὠδῖσιν Ἀλκμήνα διδύμων κρατησίμαχον σθένος υἱῶν.
κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει, μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα: τοῖσι τέλειον ἐπ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν:
Χαρίτων κελαδεννᾶν μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ φαμὶ Νίσου τ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδ εὐκλεΐξαι, σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών:
οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντ ἔννεπεν. πλεῖστα νικάσαντά σε καὶ τελεταῖς ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θ ὡς ἕκασται φίλτατον παρθενικαὶ πόσιν ἢ υἱὸν εὔχοντ, ὦ Τελεσίκρατες, ἔμμεν, ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν ἐπιχωρίοις.
ἐμὲ δ ὦν τις ἀοιδᾶν δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι καὶ παλαιὰν δόξαν ἑῶν προγόνων:
οἱοῖ Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν:
τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος ἔπλετο:
χρυσοστεφάνου δέ οἱ Ἥβας καρπὸν ἀνθήσαντ ἀποδρέψαι ἔθελον.
πατὴρ δὲ θυγατρὶ φυτεύων κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτ ἐν Ἄργει οἱο῀ν εὑρ῀εν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν, ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκ ἀγῶνος:
σὺν δ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν, ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον. οὕτω δ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα:
ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον, εἶπε δ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν ἀμφί οἱ ψαύσειε πέπλοις.
ἔνθ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον, παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν ἱππευτᾶν Νομάδων δι ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον φύλλ ἔπι καὶ στεφάνους: πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기