- 텍스트

Pindar, Odes, pythian odes, pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤῌ ΠΑΛΑΙΣΤῌ?

(핀다르, Odes, pythian odes, pythian 8 ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤῌ ΠΑΛΑΙΣΤῌ)

φιλόφρον Ἡσυχία, Δίκας ὦ μεγιστόπολι θύγατερ, βουλᾶν τε καὶ πολέμων ἔχοισα κλαῗδας ὑπερτάτας, Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ: τὺ δ, ὁπόταν τις ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ, τραχεῖα δυσμενέων ὑπαντιάξαισα κράτει τιθεῖς Ὕβριν ἐν ἄντλῳ.

τὰν οὐδὲ Πορφυρίων μάθεν παρ αἶσαν ἐξερεθίζων: κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι. βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.

Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν, οὐδὲ μὰν βασιλεὺς Γιγάντων: δμᾶθεν δὲ κεραυνῷ τόξοισί τ Ἀπόλλωνος: ὃς εὐμενεῖ νόῳ Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ. ἔπεσε δ οὐ Χαρίτων ἑκὰς ἁ δικαιόπολις ἀρεταῖς κλειναῖσιν Αἰακιδᾶν θιγοῖσα νᾶσος:

τελέαν δ ἔχει δόξαν ἀπ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς ὑπερτάτους ἡρ´ωας ἐν μάχαις: τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.

εἰμὶ δ ἄσχολος ἀναθέμεν πᾶσαν μακραγορίαν λύρᾳ τε καὶ φθέγματι μαλθακῷ, μὴ κόρος ἐλθὼν κνίσῃ.

τὸ δ ἐν ποσί μοι τράχον ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν, ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ. παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις, οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον:

ὁπότ ἀπ Ἄργεος ἤλυθον δευτέραν ὁδὸν Ἐπίγονοι.

ὧδ εἶπε μαρναμένων:

" φυᾷ τὸ γενναῖον ἐπιπρέπει ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν ἐπ ἀσπίδος νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις. ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ νῦν ἀρείονος ἐνέχεται ὄρνιχος ἀγγελίᾳ Ἄδραστος ἡρ´ως:

τὸ δὲ οἴκοθεν ἀντία πράξει.

μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ Ἄβαντος εὐρυχόρους ἀγυιάς. " τοιαῦτα μὲν ἐφθέγξατ Ἀμφιάρηος. Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ, γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ ἀοίδιμον, μαντευμάτων τ ἐφάψατο συγγόνοισι τέχναις.

τὺ δ,Ἑκαταβόλε, πάνδοκον ναὸν εὐκλέα διανέμων Πυθῶνος ἐν γυάλοις, τὸ μὲν μέγιστον τόθι χαρμάτων ὤπασας:

οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.

ἄναξ, ἑκόντι δ εὔχομαι νόῳ κατά τιν ἁρμονίαν βλέπειν, ἀμφ ἕκαστον ὅσα νέομαι. κώμῳ μὲν ἁδυμελεῖ Δίκα παρέστακε:

θεῶν δ ὄπιν ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.

εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, πολλοῖς σοφὸς δοκεῖ πεδ ἀφρόνων βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς: τὰ δ οὐκ ἐπ ἀνδράσι κεῖται:

δαίμων δὲ παρίσχει, ἄλλοτ ἄλλον ὕπερθε βάλλων, ἄλλον δ ὑπὸ χειρῶν μέτρῳ καταβαίνει. Μεγάροις δ ἔχεις γέρας, μυχῷ τ ἐν Μαραθῶνος, Ἥρας τ ἀγῶν ἐπιχώριον νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ:

τέτρασι δ ἔμπετες ὑψόθεν σωμάτεσσι κακὰ φρονέων, τοῖς οὔτε νόστος ὁμῶς ἔπαλπνος ἐν Πυθιάδι κρίθη, οὐδὲ μολόντων πὰρ ματέρ ἀμφὶ γέλως γλυκὺς ὦρσεν χάριν:

κατὰ λαύρας δ ἐχθρῶν ἀπάοροι πτώσσοντι, συμφορᾷ δεδαγμένοι.

ὁ δὲ καλόν τι νέον λαχὼν ἁβρότατος ἔπι μεγάλας ἐξ ἐλπίδος πέταται ὑποπτέροις ἀνορέαις, ἔχων κρέσσονα πλούτου μέριμναν.

ἐν δ ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξεται:

οὕτω δὲ καὶ πίτνει χαμαί, ἀποτρόπῳ γνώμᾳ σεσεισμένον. ἐπάμεροι:

τί δέ τις· τί δ οὔ τις· σκιᾶς ὄναρ ἄνθρωπος. ἀλλ ὅταν αἴγλα διόσδοτος ἔλθῃ, λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών: Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ Ἀχιλλεῖ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION