호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς νόημα τοῦτο φέρων, ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον ἀναμείναις στράταρχον Αἰθιόπων Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἁρ´μ ἐπέδα Πάριος ἐκ βελέων δαϊχθείς: ὁ δ ἔφεπεν κραταιὸν ἔγχος: Μεσσανίου δὲ γέροντος δονηθεῖσα φρὴν βόασε παῖδα ὅν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기