- 텍스트

Pindar, Odes, pythian odes, pythian 4 ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ?

(핀다르, Odes, pythian odes, pythian 4 ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ)

χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον πόλιν ἐν ἀργεννόεντι μαστῷ, καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς παῖς ἀπέπνευς ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δ οὕτως ἡμιθέοισιν Ιἄσονος αἰχματᾶο ναύταις:

" κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν:

φαμὶ γὰρ τᾶσδ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων Διὸς ἐν Ἄμμωνος θεμέθλοις. ἀντὶ δελφίνων δ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς, ἁνία τ ἀντ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας.

κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι ξείνια πρῴραθεν Εὔφαμος καταβὰς δέξατ: αἴσιον δ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν:

ἁνίκ ἄγκυραν ποτὶ χαλκόγενυν ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν.

δώδεκα δὲ πρότερον ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς. τουτάκι δ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος:

φιλίων δ ἐπέων ἄρχετο, ξείνοις ἅτ ἐλθόντεσσιν εὐεργέται δεῖπν ἐπαγγέλλοντι πρῶτον. ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ κώλυεν μεῖναι.

φάτο δ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα ἔμμεναι: γίγνωσκε δ ἐπειγομένους:

ἂν δ εὐθὺς ἁρπάξαις ἀρούρας δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι. οὐδ ἀπίθησέ νιν, ἀλλ ἡρ´ως ἐπ ἀκταῖσιν θορὼν χειρί οἱ χεῖρ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν. πεύθομαι δ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ λυσιπόνοις θεραπόντεσσιν φυλάξαι:

τῶν δ ἐλάθοντο φρένες: καί νυν ἐν τᾷδ ἄφθιτον νάσῳ κέχυται Λιβύας εὐρυχόρου σπέρμα πρὶν ὡρ´ας: υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ, τόν ποτ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρ ὄχθαις:

τετράτων παίδων κ ἐπιγινομένων αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον.

τότε γὰρ μεγάλας ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν. νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων δεσπόταν: Πύθιον ναὸν καταβάντα χρόνῳ ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.

ἦ ῥα Μηδείας ἐπέων στίχες.

ἔπταξαν δ ἀκίνητοι σιωπᾷ ἡρ´ωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες. ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ ἐν τούτῳ λόγῳ χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ: βασιλέ ἄμφανεν Κυράνᾳ, δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.

ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ, παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας: τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν ἱπποδρομίας.

ἀπὸ δ αὐτὸν ἐγὼ Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ:

μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας·

τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις· θέσφατον ἦν Πελίαν ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις. ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ, πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος:

ξεῖνος αἴτ ὦν ἀστός.

ὁ δ ἆρα χρόνῳ ἵκετ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος: ἐσθὰς δ ἀμφοτέρα νιν ἔχεν, ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις, ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους:

οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ ἀγλαοί, ἀλλ ἅπαν νῶτον καταίθυσσον. ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος ἐν ἀγορᾷ πλήθοντος ὄχλου.

τὸν μὲν οὐ γίγνωσκον:

ὀπιζομένων δ ἔμπας τις εἶπεν καὶ τόδε: " οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις Ἀφροδίτας: ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ. καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον, ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.

τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι γάρυον τοιαῦτ:

ἀνὰ δ ἡμιόνοις ξεστᾷ τ ἀπήνᾳ προτροπάδαν Πελίας ἵκετο σπεύδων: τάφε δ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ δεῖμα προσέννεπε: "ποίαν γαῖαν, ὦ ξεῖν, εὔχεαι πατρίδ ἔμμεν·

καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς ἐξανῆκεν γαστρός· ἐχθίστοισι μὴ ψεύδεσιν καταμιάναις εἰπὲ γένναν. τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις ὧδ ἀμείφθη:

"φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν.

ἀντρόθε γὰρ νέομαι πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί. οὐ κατ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ Αἰόλῳ καὶ παισί, τιμάν.

πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων:

ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.

ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε.

λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως: Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.

Φὴρ δέ με θεῖος Ιἄσονα κικλήσκων προσηύδα. " ὣς φάτο. τὸν μὲν ἐσελθόντ ἔγνον ὀφθαλμοὶ πατρός. ἐκ δ ἄρ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον γόνον ἰδὼν κάλλιστον ἀνδρῶν. καὶ κασίγνητοί σφισιν ἀμφότεροι ἤλυθον κείνου γε κατὰ κλέος:

ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών, ἐκ δὲ Μεσσάνας Ἀμυθάν:

ταχέως δ Ἄδματος ἷκεν καὶ Μέλαμπος, εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ μειλιχίοισι λόγοις αὐτοὺς Ιἄσων δέγμενος, ξείνι ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν, ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θ ἁμέραις ἱερὸν εὐζοίας ἀώτον. ἀλλ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ συγγενέσιν παρεκοινᾶθ:

οἱ δ ἐπέσποντ: αἶψα δ ἀπὸ κλισιᾶν ὦρτο σὺν κείνοισι. καί ῥ ἦλθον Πελία μέγαρον: ἐσσύμενοι δ εἴσω κατέσταν.

τῶν δ ἀκούσαις αὐτὸς ὑπαντίασεν Τυροῦς ἐρασιπλοκάμου γενεά: πραῢν δ Ιἄσων μαλθακᾷ φωνᾷ ποτιστάζων ὀάρον βάλλετο κρηπῖδα σοφῶν ἐπέων: "παῖ Ποσειδᾶνος Πετραίου, ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως: ἀλλ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.

εἰδότι τοι ἐρέω:

μία βοῦς Κρηθεῖ τε μάτηρ καὶ θρασυμήδεϊ Σαλμωνεῖ: τρίταισιν δ ἐν γοναῖς ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον λεύσσομεν. ὁμογόνοις, αἰδῶ καλύψαι.

οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν οὐδ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι.

μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημ ἀγρούς τε πάντας, τοὺς ἀπούραις ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων: κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ ἄγαν: ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας, τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.

" ὣς ἄρ ἐείπεν. ἀκᾷ δ ἀνταγόρευσεν καὶ Πελίας:

"ἔσομαι τοῖος: ἀλλ ἤδη με γηραιὸν μέρος ἁλικίας ἀμφιπολεῖ:

σὸν δ ἄνθος ἥβας ἄρτι κυμαίνει: δύνασαι δ ἀφελεῖν μᾶνιν χθονίων. ἔκ τε ματρυιᾶς ἀθέων βελέων.

ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ.

μεμάντευμαι δ ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν. τοῦτον ἀέθλον ἑκὼν τέλεσον: καί τοι μοναρχεῖν καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς ὁρ´κος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις. σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν:

ὤρνυεν κάρυκας ἐόντα πλόον φαινέμεν παντᾷ.

τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι ἦλθον Ἀλκμήνας θ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δ ὑψιχαῖται ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν, ἔκ τε Πύλου καὶ ἀπ ἄκρας Ταινάρου: τῶν μὲν κλέος ἐσλὸν Εὐφάμου τ ἐκράνθη σόν τε, Περικλύμεν εὐρυβία.

ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ ἔμολεν, εὐαίνητος, Ὀρφεύς. πέμπε δ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπ ἄτρυτον πόνον, τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δ Ἔρυτον.

ταχέες ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν: καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.

ναὸς Ἀργοῦς, μή τινα λειπόμενον τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντ, ἀλλ ἐπὶ καὶ θανάτῳ φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.

ἐς δ Ιαὠλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἀώτος, λέξατο πάντας ἐπαινήσαις Ιἄσων.

καί ῥά οἱ μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς Μόψος ἄμβασε στρατὸν πρόφρων. χρυσέαν χείρεσσι λαβὼν φιάλαν ἀρχὸς ἐν πρύμνᾳ πατέρ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους κυμάτων ῥιπὰς ἀνέμων τ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους ἄματά τ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν:

ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον φθέγμα:

λαμπραὶ δ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι: ἀμπνοὰν δ ἡρ´ωες ἔστασαν θεοῦ σάμασιν πιθόμενοι: ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας:

εἰρεσία δ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.

σὺν Νότου δ αὔραις ἐπ Ἀξείνου στόμα πεμπόμενοι ἤλυθον: ἔνθ ἁγνὸν Ποσειδάωνος ἕσσαντ εἰναλίου τέμενος, φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ. ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν, συνδρόμων κινηθμὸν ἀμαιμάκετον ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι ἢ βαρυγδούπων ἀνέμων στίχες: ἀλλ ἤδη τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν.

ἐς Φᾶσιν δ ἔπειτεν ἤλυθον: μῖξαν Αἰήτᾳ παρ αὐτῷ.

πότνια δ ὀξυτάτων βελέων ποικίλαν ἰΰγγα τετράκναμον Οὐλυμπόθεν ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ μαινάδ ὄρνιν Κυπρογένεια φέρεν πρῶτον ἀνθρώποισι, λιτάς τ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν: ὄφρα Μηδείας τοκέων ἀφέλοιτ αἰδῶ, ποθεινὰ δ Ἑλλὰς αὐτὰν ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.

καὶ τάχα πείρατ ἀέθλων δείκνυεν πατρωΐων: σὺν δ ἐλαίῳ φαρμακώσαις ἀντίτομα στερεᾶν ὀδυνᾶν δῶκε χρίεσθαι.

καταίνησαν τε κοινὸν γάμον γλυκὺν ἐν ἀλλάλοισι μῖξαι. ἀλλ ὅτ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο καὶ βόας, οἳ φλόγ ἀπὸ ξανθᾶν γενύων πνέον καιομένοιο πυρός, χαλκέαις δ ὁπλαῖς ἀράσσεσκον χθόν ἀμειβόμενοι, τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος.

ὀρθὰς δ αὔλακας ἐντανύσαις ἤλαυν, ἀνὰ βωλακίας δ ὀρόγυιαν σχίζε νῶτον γᾶς.

ἐείπεν δ ὧδε: ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω, κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.

" ὣς ἄρ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ιἄσων εἷμα θεῷ πίσυνος εἴχετ ἔργου: πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς.

σπασσάμενος δ ἄροτρον, βοέους δήσαις ἀνάγκας ἔντεσιν αὐχένας ἐμβάλλων τ ἐριπλεύρῳ φυᾷ κέντρον αἰανὲς βιατὰς ἐξεπόνης ἐπιτακτὸν ἀνὴρ μέτρον. ἰΰξεν δ ἀφωνήτῳ περ ἔμπας ἄχει δύνασιν Αἰήτας ἀγασθείς.

πρὸς δ ἑταῖροι καρτερὸν ἄνδρα φίλας ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις ἀγαπάζοντ.

αὐτίκα δ Αἐλίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι: ἤλπετο δ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον.

κεῖτο γὰρ λόχμᾳ, δράκοντος δ εἴχετο λαβροτατᾶν γενύων, ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει, τέλεσαν ἃν πλαγαὶ σιδάρου. μακρά μοι νεῖσθαι κατ ἀμαξιτόν:

ὡρ´α γὰρ συνάπτει: καί τινα οἶμον ἴσαμι βραχύν: πολλοῖσι δ ἅγημαι σοφίας ἑτέροις. κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν, ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον: ἔν τ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τ ἐρυθρῷ Λαμνιᾶν τ ἔθνει γυναικῶν ἀνδροφόνων: ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς, καὶ συνεύνασθεν.

καὶ ἐν ἀλλοδαπαῖς σπέρμ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες.

τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ τέλλετο: καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶσον: ἔνθεν δ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου διανέμειν θεῖον Κυράνας ὀρθόβουλον μῆτιν ἐφευρομένοις.

γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν.

εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος: καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περ αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον:

ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν, ἑὸν ἐρημώσαισα χῶρον. ἐσσὶ δ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος:

χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις: ἀλλ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται. τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.

τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν. τῶν δ Ὁμήρου καὶ τόδε συνθέμενος ῥῆμα πόρσυν:

ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν: αὔξεται καὶ Μοῖσα δι ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν Δαμοφίλου πραπίδων. οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, οὐδὲ μακύνων τέλος οὐδέν.

ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει. εὖ νιν ἔγνωκεν:

θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δ ἔμμεν τοῦτ ἀνιαρότατον, καλὰ γιγνώσκοντ ἀνάγκᾳ ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων: λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας.

ἐν δὲ χρόνῳ μεταβολαὶ λήξαντος οὔρου ἱστίων. μήτ ὦν τινι πῆμα πορών, ἀπαθὴς δ αὐτὸς πρὸς ἀστῶν.

καί κε μυθήσαιθ ὁποίαν, Ἀρκεσίλα, εὑρ῀ε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION